Λόγος δέ ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς τῶν
μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον, ὡς φάσις, ἀλλ᾿ οὐχ
ὡς κατάφασις ἢ ἀπόφασις. Λέγω δέ, οἷον ἄνθρωπος σημαίνει
μέν τι, ἀλλ᾿ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἀλλ᾿ ἔσται
κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῇ. Ἀλλ᾿ οὐχὶ τοῦ
ἀνθρώπου συλλαβὴ μία. Οὐδὲ γὰρ ἐν τῷ μῦς τὸ ῦς σημαντικόν,
ἀλλὰ φωνή ἐστι νῦν μόνον. Ἐν δὲ τοῖς διπλοῖς σημαίνει
μέν, ἀλλ᾿ οὐ καθ᾿ αὑτό, ὡς προείρηται.
Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ,
ἀλλ᾿ ὡς προείρηται, κατὰ συνθήκην. Ἀποφαντικὸς δὲ οὐ
πᾶς, ἀλλ᾿ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. Οὐκ ἐν
ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ᾿ οὔτε ἀληθὴς
οὔτε ψευδής. Οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ
ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις· ὁ δὲ ἀποφαντικὸς τῆς νῦν
θεωρίας.