Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Hominis (Nature of Man)

7. Αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν φλέγμα τοῦ χειμῶνος· τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν ἐστὶ μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων, ψυχρότατον γάρ ἐστιν. Τεκμήριον δὲ τουτέου, ὅτι τὸ μὲν φλέγμα ψυχρότατον, εἰ ἐθέλεις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετὰ χολὴν μέλαιναν· ὁκόσα δὲ βίῃ ἔρχεται, θερμότερα γίνεται, ἀναγκαζόμενα ὑπὸ τῆς βίης· ἀλλ’ ὅμως καὶ πρὸς πάντα ταῦτα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. Ὅτι δὲ ὁ χειμὼν πληροῖ τὸ σῶμα φλέγματος, γνοίης ἂν τοῖσδε· οἱ ἄνθρωποι πτύουσί τε καὶ ἀπομύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα αὐτέοισι λευκὰ γίνεται μάλιστα ταύτην τὴν ὥρην, καὶ τἄλλα νοσήματα φλεγματώδεα. Τοῦ δὲ ἦρος τὸ φλέγμα ἔτι μένει ἰσχυρὸν ἐν τῷ σώματι, καὶ τὸ αἷμα αὔξεται· τά τε γὰρ ψύχεα ἐξανίει, καὶ τὰ ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ ταῦτα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ τῶν θερμημεριῶν· κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτά ἐστι μάλιστα τοῦ ἐνιαυτοῦ· ὑγρόν τε γάρ ἐστι καὶ θερμόν. Γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπό τε τῶν δυσεντεριῶν ἁλίσκονται, καὶ ἐκ τῶν ῥινέων τὸ αἷμα ῥεῖ αὐτέοισι, καὶ θερμότατοί εἰσι καὶ ἐρυθροί· τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι, καὶ ἡ χολὴ ἀείρεται ἐν τῷ σώματι καὶ παρατείνει ἐς τὸ φθινόπωρον· ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεται, ἐναντίον γὰρ αὐτέου τὸ φθινόπωρον τῇ φύσει ἐστίν· ἡ δὲ χολὴ τὴν θερίην κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. Γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι, καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστατα καθαίρονται, δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τῶν ἀνθρώπων. Τὸ δὲ φλέγμα τῆς θερίης ἀσθενέστατόν ἐστιν αὐτὸ ἑωυτοῦ· ἐναντίη γὰρ αὐτέου τῇ φύσει ἐστὶν ἡ ὥρη, ξηρή τε γάρ ἐστι καὶ θερμή. Τὸ δὲ αἷμα τοῦ φθινοπώρου ἐλάχιστον γίνεται ἐν τῷ ἀνθρώπῳ, ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον· ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστίν. Ὁκόταν δὲ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίνεται, καὶ τὸ φλέγμα αὔξεται πάλιν ὑπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ τῶν νυκτῶν τοῦ μήκεος. Ἔχει μὲν οὖν ταῦτα πάντα αἰεὶ τὸ σῶμα τοῦ ἀνθρώπου, ὑπὸ δὲ τῆς περιισταμένης ὥρης ποτὲ μὲν πλείω γίνεται αὐτὰ ἑωυτέων, ποτὲ δὲ ἐλάσσω, ἕκαστα κατὰ μέρος καὶ κατὰ φύσιν. Ὡς γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν, οὐ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ’ εἰ ἕν τί γε ἐκλίποι, πάντ’ ἂν ἀφανισθείη· ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης πάντα ξυνέστηκέ τε καὶ τρέφεται ὑπ’ ἀλλήλων· οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλίποι τουτέων τῶν ξυγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὥνθρωπος. Ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ τοτὲ μὲν ὁ χειμὼν μάλιστα, τοτὲ δὲ τὸ ἦρ, τοτὲ δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθινόπωρον· οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ τοτὲ μὲν τὸ φλέγμα ἰσχύει, τοτὲ δὲ τὸ αἷμα, τοτὲ δὲ ἡ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δ’ ἡ μέλαινα καλεομένη. Μαρτύριον δὲ σαφέστατον, εἰ ἐθέλεις τῷ αὐτέῳ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμέεταί σοι τοῦ μὲν χειμῶνος φλεγματωδέστατα, τοῦ δὲ ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα.