Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

21. Ὅταν δὲ δὴ τὰ ἄκρα τοῦ σώματος τοῦ παιδίου ὀζωθῇ ἔξω, καὶ οἱ ὄνυχες καὶ αἱ τρίχες ἐῤῥιζώθησαν, τότε δὴ καὶ κινέεται, καὶ ὁ χρόνος ἐς τοῦτο γίνεται τῷ μὲν ἄρσενι τρεῖς μῆνες, τῇ δὲ θηλείῃ τέσσαρες· ὧδε γὰρ ὡς ἐπιτοπλεῖστον ξυμβαίνει· ἔστι δ’ ἃ καὶ πρόσθεν τῶν παιδίων τουτέου τοῦ χρόνου κινέεται. Κινέεται δὲ πρόσθεν τὸ ἄρσεν, ὅτι ἐστὶν ἰσχυρότερον τοῦ θήλεος· καὶ πρόσθεν πήγνυται τὸ ἄρσεν, ἀπὸ γὰρ ἰσχυροτέρης καὶ παχυτέρης γονῆς γίνεται. Ὁκόταν δὲ κινηθῇ τὸ ἔμβρυον, τότε δὴ ἐπισημαίνει καὶ τὸ γάλα τῇ μητρί· οἱ γὰρ μαζοὶ ἀείρονται, καὶ αἱ θηλαὶ ὀργῶσι· τὸ δὲ γάλα οὐ χωρέει· καὶ τῇσι μὲν πυκνοσάρκοισι τῶν γυναικῶν ὕστερον τὸ γάλα ἐπισημαίνει καὶ ἔρχεται, τῇσι δὲ ἀῥαιοσάρκοισι πρόσθεν. Δι’ ἀνάγκην δὲ τοιήνδε γίνεται τὸ γάλα· ὁκόταν αἱ μῆτραι ὀγκηραὶ ἐοῦσαι ὑπὸ τοῦ παιδίου πιέζωσι τὴν κοιλίην τῆς γυναικὸς, τῆς δὲ κοιλίης πλήρεος ἐούσης ὁ ἐκπιεσμὸς γένηται, ἀποπιδύει τὸ πιότατον ἀπό γε τῶν βρωτῶν καὶ τῶν ποτῶν ἔξω ἐς τὸ ἐπίπλοον καὶ τὴν σάρκα· ὥσπερ δέρμα εἴ τις ἀλείψειεν ἐλαίῳ πολλῷ καὶ ἐῴη ἀναπιεῖν, καὶ, ἐπὴν ἀναπίῃ, πιέζῃ τὸ δέρμα, διαπιδύοι ἂν πιεζευμένου τοῦ δέρματος ἔξω τὸ ἔλαιον· οὕτω δὴ καὶ τῆς κοιλίης τὸ πιαρὸν ἐν αὐτῇ ἐχούσης ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν, πιεζευμένης ὑπὸ τῶν μητρέων, διαπιδύει τὸ πῖαρ ἐς τὸ ἐπίπλοον καὶ ἐς τὴν σάρκα. Κἢν ἀραιόσαρκος ἔῃ ἡ γυνὴ, θᾶσσον αἰσθάνεται τῆς διαπιδύσιος· ἢν δὲ μὴ, ὕστερον. Καὶ τὰ ἐν γαστρὶ ἔχοντα κτήνεα, ἢν μή τι νοσέῃ, ὑπὸ τοῦ αὐτέου ποτοῦ καὶ σίτου πιότερα γίνεται διὰ τοῦτο· ὁμοίως δὲ καὶ ἡ γυνή. Ἀπὸ τοῦ πίονος διαθερμαινομένου καὶ λευκοῦ ἐόντος τὸ γλυκαινόμενον ἀπὸ τῆς θέρμης τῆς ἀπὸ τῶν μητρέων ἀποθλιβόμενον ἔρχεται ἐς τοὺς μαζούς· καὶ ἐς τὰς μήτρας δὲ ὀλίγον ἔρχεται διὰ τῶν αὐτέων φλεβῶν· τείνουσι γὰρ ἐς τοὺς μαζοὺς καὶ ἐς τὰς μήτρας φλέβια ταὐτά τε καὶ παραπλήσια ἄλλα. Καὶ ὁκόταν· ἀφίκηται ἐς τὰς μήτρας, ἰδέην ἴσχει τοῦ γάλακτος, καὶ τὸ παιδίον ἀπ’ αὐτοῦ ἐπαυρίσκεται ὀλίγον, οἱ δὲ μαζοὶ δεχόμενοι τὸ γάλα ἀείρονται πιμπλάμενοι· καὶ ὁκόταν τέκῃ, ἀρχῆς κινήσιος ὑπογενομένης, χωρέει τὸ γάλα ἐς τοὺς μαζοὺς τούτους, ἢν θηλάζῃ. Ἔχει γὰρ οὕτω· θηλαζομένοιν τοῖν μαζοῖν εὐροώτερα γίνεται τὰ φλέβια ἐς τοὺς μαζούς· εὐροώτερα δὲ γενόμενα, ἀπὸ τῆς κοιλίης ἕλκοντα τὸ πιαρὸν, τοῖν μαζοῖν διαδιδόασι. Καὶ γὰρ καὶ ὁ ἀνὴρ ἢν λαγνεύῃ πολλὰ, εὐροώτερα γινόμενα τὰ φλέβια μᾶλλον ἐπάγει τὴν λαγνείην.