Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

6. Ὁκόταν δὲ τὸ μὲν ἄλλο σῶμα θύρῃφι ᾖ τῶν αἰδοίων, ἡ δὲ κεφαλὴ εἴσω, ἐπὶ πόδας φερομένου τοῦ ἐμβρύου, ἐπὴν περιάγῃς τὸν δάκτυλον ἐν κύκλῳ, ἀμφοτέρας τὰς χεῖρας παρεὶς μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς, βρέξας ὕδατι, ἐξελκύσαι. Ἢν δὲ τοῦ στομάχου ἔξω ᾖ, τῶν δὲ αἰδοίων εἴσω, παρεὶς τὰς χεῖρας, περιλαβὼν τὴν κεφαλὴν, ἐξέλκειν.