Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως τῶν ζῴων, ὅτι μὲν ὅσα πεζὰ καὶ ἔναιμα πάντα καθεύδει καὶ ἐγρήγορεν, φανερὸν ποιοῦσι κατὰ τὴν αἴσθησιν. Πάντα γὰρ ὅσα ἔχει βλεφαρίδας, μύοντα ποιεῖται τὸν ὕπνον. Ἔτι δ’ ἐνυπνιάζειν φαίνονται οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ ἵπποι καὶ κύνες καὶ βόες, ἔτι δὲ πρόβατα καὶ αἶγες καὶ πᾶν τὸ τῶν ζῳοτόκων καὶ τετραπόδων γένος· δηλοῦσι δ’ οἱ κύνες τῷ ὑλαγμῷ. Περὶ δὲ τῶν ᾠοτοκούντων τοῦτο μὲν ἄδηλον, ὅτι δὲ καθεύδουσι, φανερόν. Ὁμοίως δὲ καὶ τὰ ἔνυδρα, οἷον οἵ τε ἰχθύες καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα κάραβοί τε καὶ τὰ τοιαῦτα. Βραχύυπνα μὲν οὖν ἐστὶ ταῦτα πάντα, φαίνεται δὲ καθεύδοντα. Σημεῖον δὲ κατὰ μὲν τὰ ὄμματα οὐκ ἔστι λαβεῖν (οὐδὲν γὰρ ἔχει βλέφαρα αὐτῶν), ἀλλὰ ταῖς ἀτρεμίαις. Ἁλίσκονται γὰρ οἱ ἰχθύες, εἰ μὴ διὰ τοὺς φθεῖρας καὶ τοὺς καλουμένους ψύλλους, κἂν ὥστε τῇ χειρὶ λαμβάνειν ῥᾳδίως· νῦν δ’, ἂν χρονίζωσιν, οὗτοι τῆς νυκτὸς κατεσθίουσι προσπίπτοντες, πολλοὶ τὸ πλῆθος ὄντες. Γίνονται δ’ ἐν τῷ βυθῷ τῆς θαλάττης, καὶ τοσοῦτοι τὸ πλῆθος ὥστε καὶ τὸ δέλεαρ, ὅ τι ἂν ἰχθύος ᾖ, ἐὰν χρονίσῃ ἐπὶ τῆς γῆς, κατεσθίουσιν· καὶ ἀνέλκουσι πολλάκις οἱ ἁλιεῖς περὶ τὸ δέλεαρ ὥσπερ σφαῖραν συνεχομένων αὐτῶν. Ἀλλ’ ἐκ τῶν τοιῶνδε μᾶλλον ἔστι τεκμήρασθαι ὅτι καθεύδουσιν· πολλάκις γὰρ ἔστιν ἐπιπεσόντα τοῖς ἰχθύσι λαθεῖν οὕτως ὥστε καὶ τῇ χειρὶ λαβεῖν ἢ πατάξαντα λαθεῖν· ὑπὸ δὲ τὸν καιρὸν τοῦτον ἠρεμοῦσι σφόδρα, καὶ κινοῦσιν οὐθὲν πλὴν ἠρέμα τὸ οὐραῖον. Δῆλον δὲ γίνεται ὅτι καθεύδει καὶ ταῖς φοραῖς, ἄν τι κινηθῇ ἡσυχαζόντων· φέρεται γὰρ ὥσ περ ἐξ ὕπνου ὄντα. Ἔτι δ’ ἐν ταῖς πυρίαις ἁλίσκονται διὰ τὸ καθεύδειν. Πολλάκις δὲ καὶ οἱ θυννοσκόποι περιβάλλονται καθεύδοντας· δῆλον δ’ ἐκ τοῦ ἡσυχάζοντας καὶ τὰ λευκὰ ὑποφαίνοντας ἁλίσκεσθαι. Καθεύδουσι δὲ τῆς νυκτὸς μᾶλλον ἢ τῆς ἡμέρας οὕτως ὥστε βαλλόντων μὴ κινεῖσθαι. Τὰ δὲ πλεῖστα καθεύδουσι τῆς γῆς ἢ τῆς ἄμμου ἢ λίθου τινὸς ἐχόμενοι ἐν τῷ βυθῷ, ἢ ἀποκρύψαντες ὑπὸ πέτραν ἢ θῖνα ἑαυτούς, οἱ δὲ πλατεῖς ἐν τῇ ἄμμῳ· γινώσκονται δὲ τῇ σχηματίσει τῆς ἄμμου, καὶ λαμβάνονται τυπτόμενοι τοῖς τριώδουσιν. Λαμβάνονται δὲ καὶ λάβραξ καὶ χρύσοφρυς καὶ κεστρεὺς καὶ ὅσοι τοιοῦτοι τριώδοντι ἡμέρας πολλάκις διὰ τὸ καθεύδειν· εἰ δὲ μή, οὐθὲν δοκεῖ τῶν τοιούτων ληφθῆναι ἂν τριώδοντι. Τὰ δὲ σελάχη οὕτω καθεύδει ἐνίοτε ὥστε καὶ λαμβάνεσθαι τῇ χειρί. Δελφὶς δὲ καὶ φάλαινα, καὶ ὅσα αὐλὸν ἔχει, ὑπερέχοντα τὸν αὐλὸν καθεύδει τῆς θαλάττης, δι’ οὗ καὶ ἀναπνέουσιν ἠρέμα κινοῦντες τὰς πτέρυγας· καὶ δελφῖνός γε καὶ ῥέγχοντος ἤδη ἠκρόανταί τινες. Καθεύδει δὲ καὶ τὰ μαλάκια τὸν αὐτὸν τρόπον ὅνπερ οἱ ἰχθύες· ὁμοίως δὲ καὶ τὰ μαλακόστρακα τούτοις. Καὶ τὰ ἔντομα δὲ τῶν ζῴων ὅτι τυγχάνει ὕπνου, διὰ τοιούτων σημείων ἐστὶ φανερόν· ἡσυχάζουσί τε γὰρ καὶ ἀκινητίζουσιν ἐπιδήλως. Μάλιστα δ’ ἐπὶ τῶν μελιττῶν τοῦτο δῆλον· ἠρεμοῦσί τε γὰρ καὶ παύονται βομβοῦσαι τῆς νυκτός. Δῆλον δὲ καὶ ἐπὶ τῶν ἐν ποσὶ μάλιστα τῶν τοιούτων· οὐ γὰρ μόνον διὰ τὸ μὴ ὀξὺ βλέπειν ἡσυχάζουσι τῆς νυκτός (ἅπαντα γὰρ ἀμυδρῶς βλέπουσι τὰ σκληρόφθαλμα), ἀλλὰ καὶ πρὸς τὸ φῶς τὸ τῶν λύχνων ἡσυχάζοντα φαίνονται οὐδὲν ἧττον. Ἐνυπνιάζει δὲ τῶν ζῴων μάλιστα ἄνθρωπος. Καὶ νέοις μὲν οὖσι καὶ παιδίοις ἔτι πάμπαν οὐ γίνεται ἐνύπνιον, ἀλλ’ ἄρχεται τοῖς πλείστοις περὶ τέτταρα ἔτη ἢ πέντε· ἤδη δὲ γεγόνασι καὶ ἄνδρες καὶ γυναῖκες οἳ ὅλως οὐθὲν πώποτε ἐνύπνιον εἶδον. Συνέβη δέ τισι τῶν τοιούτων προϊούσης τῆς ἡλικίας ἰδεῖν ἐνύπνιον, καὶ μετὰ ταῦτα γενέσθαι περὶ τὸ σῶμα μεταβολὴν τοῖς μὲν εἰς θάνατον τοῖς δ’ εἰς ἀρρωστίαν.

Περὶ μὲν οὖν αἰσθήσεως καὶ ὕπνου καὶ ἐγρηγόρσεως τοῦτον ἔχει τὸν τρόπον·

〈النوم واليقظة〉

فأما نوم وسهر الحيوان فعلى مثل هذه الحال:

نقول إن جميع الحيوان الدمى المشاء ينام ويسهر عند نومه. وذلك بين من قبلأ الحس. وجميع ما له أشفار من الحيوان يغلقها عند نومه. وهو بين. وبلغنا أن بعض الحيوان يحلم فى نومه، ليس الإنسان فقط بل الفرس والكلب والثور والعنز وجميع ما ينسب إلى الحيوان ذى الأربع أرجل ويلد حيواناً مثله. وذلك بين من قبل نبح الكلاب إذا رأت الأحلام. فأما الحيوان الذى يبيض بيضاً فهو ينام نوماً ضعيفاً. والحيوان المائى مثل السمك، وما كان منه لين الخزف، 〈والرأسيات الأرجل céphalopodes، والقرابوس langoustes [٥٣٧ أ] وغيرها〉 يسير النوم، و〈لكن〉 جميع ما وصفنا ينام نوماً بيناً. وليس يمكن أن يعرف ذلك من قبل أعينها — لأنه ليس لأى شىء من هذه الأصناف أشفار — 〈بل يعرف من التزامها السكون〉. وكثير من السمك يصاد ويهلك من قبل القمل الذى يقع فيه ولذلك ربما أخذ باليد أخذاً، 〈بسبب أنها ساكنة الحركة تماماً〉. وإن لبثت السمكة فى الشبكة حيناً، قطع 〈هذا القمل〉 تلك الشبكة ولا سيما إن كان ليلاً، ويفعل ذلك بقدر كثرته وكثرة السمك. و〈هذا القمل〉 فى قعر البحر، وربما قطع 〈من كثرته〉 الشبكة وهى مطروحة على الأرض إن أرست قليلاً. وربما رفع الصيادون الشبكة وفتحوها فوجدوا السمك الذى فى داخلها قد تكور وصار مثل كرة عظيمة ٭.

فأما نومها فنحن نزكيه بما نصف. وربما صيد السمك بغير أن يحس بالصياد، ويؤخذ باليد أخذاً ويضرب ببعض آلة الصياد فيؤخذ من ساعته. والسمك عند نومه يسكن جداً ولا يتحرك شىء من أعضائه أكثر من ذنبه حركةً يسيرة. وإن تحرك شىء قريب من السمك النائم الساكن يتنبه ويهرب ويكثر الحركة مثل المتنبه من نومه. وجميع ما وصفنا يصاد بأيسر المؤونة لحال نومه. ونوم السمك يكون فى الليل أكثر منه بالنهار، ولذلك يضرب بالآلة التى لها ثلاث أسنان ولا يتحرك. وكثير من السمك والحيوان البحرى ينام على الأرض أو على الرمل أو على صخرة تكون فى العمق لأنه يختفى فيها و [١٠٩] ربما نام فى بعض أحجار الصخور التى تكون فى الشط. فأما ما عرض من هذه الأصناف فهو ينام فى الرمل ويعرف ذلك من قبل شكل الرمل ويضرب بالحديد المضرس ويؤخذ. وبهذا النوع يصاد اللبراقس λαβραξ والخروسفروس ΧρυδυΦρυσ والذى يسمى باليونانية قسطروس κεστρευσ وكل ما يشبه هذا الصنف، لأنها تضرب بالحديد الذى له ثلاث أسنان وتؤخذ؛ ومراراً شتى يفعل به ذلك لحال نومه. ولو لا النوم لم يصد شىء من هذه الأصناف بهذه الآلة. وأما الحيوان الذى يسمى باليونانية سلاشى σελαΧη فربما ثقل نومه بقدر ما يؤخذ اليد. وأما الدلفين والحيوان العظيم الذى يسمى باليونانية فلاينا Φαλαινα وكل ما له أنبوب αυποσ فى جسده يتنفس به الهواء — فهو ينام وذلك الأنبوب بائن على الماء لأنه به يتنفس ويحرك جناحيه (= خيشوميه) حركة يسيرة. فأما الدلافين فقد سمعها غير واحد من الناس تشخر عند نومها.

وصنف السمك الذى يسمى باليونانية ملاقيا μαλακια ينام وكل ما كان لين الخزف — بقدر ما وصفنا.

فأما الحيوان البرى المحزز الجسد فهو ينام أيضاً: وذلك بين من النحل، فإنه يسكن ولا يصوت فى الليل ألبتة. وليس يفعل ذلك من قبل أنه لا يبصر، وإن كان بصر جميع الجاسى العينين ضعيفاً. وإن أدنى الإنسان سراجاً مسرجاً إلى النحل فى أوان الليل عاينه ساكناً لا يتحرك ألبتة.

والإنسان خاصةً يحلم من بين جميع الحيوان. وليس يحلم الصبى قبل أن يبلغ أربعة أعوام أو خمسة. وقد كان فيما سلف رجال ونساء لم يروا حلماً قط؛ وبعضهم رأى حلماً بعد أن طعن فى السن، يعرض بعده لجسده تغيير إلى الموت أو إلى مرض.

فهذه حال الحس، والنوم، والسهر.