Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Τὸ δ’ ᾠὸν ἁπάντων ὁμοίως τῶν ὀρνίθων σκληρόδερμόν τ’ ἐστίν, ἐὰν γόνῳ γένηται καὶ μὴ διαφθαρῇ (ἔνια γὰρ μαλακὰ τίκτουσιν αἱ ἀλεκτορίδες), καὶ δίχροα τὰ ᾠὰ τὰ τῶν ὀρνίθων, ἐκτὸς μὲν τὸ λευκόν, ἐντὸς δὲ τὸ ὠχρόν. Διαφέρουσι δὲ καὶ τὰ τῶν περὶ ποταμοὺς καὶ λίμνας γινομένων ὀρνέων πρὸς τὰ τῶν ξηροβατικῶν· πολλαπλάσιον γὰρ ἔχει τὰ τῶν ἐνύδρων κατὰ λόγον τὸ ὠχρὸν πρὸς τὸ λευκόν. Καὶ τὰ χρώματα δὲ τῶν ᾠῶν διαφέρει κατὰ τὰ γένη τῶν ὀρνίθων· τῶν μὲν γὰρ λευκά ἐστι τὰ ᾠά, οἷον περιστερᾶς καὶ πέρδικος, τῶν δ’ ὠχρά, οἷον τῶν περὶ τὰς λίμνας, τῶν δὲ κατεστιγμένα, οἷον τὰ τῶν μελεαγρίδων καὶ φασιανῶν· τὰ δὲ τῆς κεγχρίδος ἐρυθρά ἐστιν ὥσπερ μίλτος. Ἔχει δὲ τὸ ᾠὸν διαφοράν· τῇ μὲν γὰρ ὀξὺ τῇ δὲ πλατύτερόν ἐστιν· ἐξιόντος δ’ ἡγεῖται τὸ πλατύ. Ἔστι δὲ τὰ μὲν μακρὰ καὶ ὀξέα τῶν ᾠῶν θήλεα, τὰ δὲ στρογγύλα καὶ περιφέρειαν ἔχοντα κατὰ τὸ ὀξὺ ἄρρενα. Ἐκπέττεται μὲν οὖν ἐπῳαζόντων τῶν ὀρνίθων, οὐ μὴν ἀλλὰ καὶ αὐτόματα ἐν τῇ γῇ ὥσπερ ἐν Αἰγύπτῳ, κατορυττόντων εἰς τὴν κόπρον· καὶ ἐν Συρακούσαις δὲ φιλοπότης τις ὑποτιθέμενος ὑπὸ τὴν ψίαθον εἰς τὴν γῆν τοσοῦτον ἔπινεν, ὡς φασί, χρόνον συνεχῶς, ἕως ἐκλέποι τὰ ᾠά. Ἤδη δὲ καὶ κείμενα ἐν ἀγγείοις ἀλεεινοῖς ἐξεπέφθη καὶ ἐξῆλθεν αὐτόματα. Ἡ μὲν οὖν γονὴ πάντων τῶν ὀρνίθων λευκή, ὥσπερ καὶ τῶν ἄλλων ζῴων· ὅταν δ’ ὀχευθῇ, ἄνω πρὸς τὸ ὑπόζωμα λαμβάνει ἡ θήλεια. Καὶ τὸ μὲν πρῶτον μικρὸν καὶ λευκὸν φαίνεται, ἔπειτα ἐρυθρὸν καὶ αἱματῶδες, αὐξανόμενον δὲ ὠχρὸν καὶ ξανθὸν ἅπαν· ὅταν δ’ ἤδη γίγνηται ἁδρότερον, διακρίνεται, καὶ ἔσω μὲν τὸ ὠχρὸν ἔξω δὲ τὸ λευκὸν περιίσταται. Ὅταν δὲ τελειωθῇ, ἀπολύεταί τε καὶ ἐξέρχεται οὕτω τῷ καιρῷ ἐκ τοῦ μαλακὸν εἶναι μεταβάλλον ἐπὶ τὸ σκληρόν, ὥστ’ ἐξέρχεται μὲν οὔπω πεπηγός, ἐξελθὸν δ’ εὐθέως πήγνυται καὶ γίνεται σκληρόν, ἐὰν μὴ ἐξίῃ νενοσηκός. Ἐφάνη δ’ ἤδη, οἷον ἔν τινι καιρῷ γίνεται τὸ ᾠόν (ἅπαν γὰρ ὠχρὸν ὁμοίως ἐστίν, ὥσπερ ὕστερον ὁ νεοττός), τοιαῦτα καὶ ἐν ἀλεκτρυόνι διαιρουμένῳ ὑπὸ τὸ ὑπόζωμα, οὗπερ αἱ θήλειαι ἔχουσι τὰ ᾠά, τὸ μὲν εἶδος ὠχρὰ ὅλα, τὸ δὲ μέγεθος ἡλίκα ᾠά· ἃν ἐν τέρατος λόγῳ τιθέασιν. Οἱ δὲ λέγοντες ὅτι ὑπολείμματά ἐστι τὰ ὑπηνέμια τῶν ἔμπροσθεν ἐξ ὀχείας γινομένων, οὐκ ἀληθῆ λέγουσιν· ὦπται γὰρ ἱκανῶς ἤδη ἀνόχευτοι νεοττίδες ἀλεκτορίδων καὶ χηνῶν τίκτουσαι ὑπηνέμια. Τὰ δ’ ᾠὰ τὰ ὑπηνέμια ἐλάττω μὲν τῷ μεγέθει γίνεται καὶ ἧττον ἡδέα καὶ ὑγρότερα τῶν γονίμων, πλήθει δὲ πλείω· ὑποτιθεμένων δὲ τῇ ὄρνιθι οὐθὲν παχύνεται τὸ ὑγρόν, ἀλλὰ τό τε ὠχρὸν διαμένει καὶ τὸ λευκὸν ὅμοια ὄντα. Γίνεται δ’ ὑπηνέμια πολλῶν, οἷον ἀλεκτορίδος, πέρδικος, περιστερᾶς, ταῶνος, χηνός, χηναλώπεκος. Ἐκλέπεται δ’ ἐπῳαζουσῶν ἐν τῷ θέρει θᾶττον ἢ ἐν τῷ χειμῶνι· ἐν ὀκτωκαίδεκα γὰρ ἡμέραις αἱ ἀλεκτορίδες ἐν τῷ θέρει ἐκλέπουσιν, ἐν δὲ τῷ χειμῶνι ἐνίοτ’ ἐν πέντε καὶ εἴκοσιν. Διαφέρουσι μέντοι καὶ ὄρνιθες ὀρνίθων τῷ ἐπῳαστικώτεραι εἶναι ἕτεραι ἑτέρων. Ἐὰν δὲ βροντήσῃ ἐπῳαζούσης, διαφθείρεται τὰ ᾠά. Τὰ δὲ καλούμενα ὑπό τινων κυνόσουσα καὶ οὔρια γίνεται τοῦ θέρους μᾶλλον. Ζεφύρια δὲ καλεῖται τὰ ὑπηνέμια ὑπό τινων, ὅτι ὑπὸ τὴν ἐαρινὴν ὥραν φαίνονται δεχόμεναι τὰ πνεύματα αἱ ὄρνιθες· τοιοῦτον δὲ ποιοῦσι καὶ τῇ χειρί πως ψηλαφώμεναι. Γίνεται δὲ τὰ ὑπηνέμια γόνιμα καὶ τὰ ἐξ ὀχείας ἐνυπάρχοντα ἤδη μεταβάλλει τὸ γένος εἰς ἄλλο γένος, ἐὰν πρὶν μεταβαλεῖν ἐκ τοῦ ὠχροῦ εἰς τὸ λευκὸν ὀχεύηται ἡ τὰ ὑπηνέμια ἔχουσα ἢ τὰ γόνῳ εἰλημμένα ἐξ ἑτέρου ὄρνιθος· καὶ γίνεται τὰ μὲν ὑπηνέμια γόνιμα, τὰ δὲ προϋπάρχοντα κατὰ τὸν ὕστερον ὀχεύοντα ὄρνιθα. Ἂν δ’ ἤδη μεταβαλλόντων εἰς τὸ λευκόν, οὐθὲν μεταβάλλει οὔτε τὰ ὑπηνέμια ὥστε γίνεσθαι γόνιμα, οὔτε τὰ γόνῳ κυούμενα ὥστε μεταβάλλειν εἰς τὸ τοῦ ὀχεύοντος γένος. Καὶ ἐὰν ὑπαρχόντων δὲ μικρῶν διαλείπῃ ἡ ὀχεία, οὐθὲν ἐπαυξάνεται τὰ προϋπάρχοντα· ἐὰν δὲ πάλιν ὀχεύηται, ταχεῖα γίνεται ἡ ἐπίδοσις εἰς τὸ μέγεθος. Ἔχει δὲ φύσιν τοῦ ᾠοῦ τὸ ὠχρὸν καὶ τὸ λευκὸν ἐναντίαν οὐ μόνον τῷ χρώματι ἀλλὰ καὶ τῇ δυνάμει· τὸ μὲν γὰρ ὠχρὸν ὑπὸ τοῦ ψύχους πήγνυται, τὸ δὲ λευκὸν οὐ πήγνυται ἀλλ’ ὑγραίνεται μᾶλλον· ὑπὸ δὲ τοῦ πυρὸς τὸ μὲν λευκὸν πήγνυται, τὸ δ’ ὠχρὸν οὐ πήγνυται ἀλλὰ μαλακὸν διατελεῖ, ἂν μὴ κατακαυθῇ, καὶ μᾶλλον ἑψομένου ἢ πυρουμένου συνίσταται καὶ ξηραίνεται. Ἑκάτερον δὲ χωρὶς ὑμένι διείληπται ἀπ’ ἀλλήλων. Αἱ δὲ πρὸς τῇ ἀρχῇ τοῦ ὠχροῦ χάλαζαι οὐθὲν συμβάλλονται πρὸς τὴν γένεσιν, ὥσπερ τινὲς ὑπολαμβάνουσιν· εἰσὶ δὲ δύο, ἡ μὲν κάτωθεν ἡ δ’ ἄνωθεν. Συμβαίνει δὲ περὶ τὸ ὠχρὸν καὶ τὸ λευκόν, καὶ ὅταν ἐξαιρεθέντα συνεράσῃ τις πλείω τοιαῦτα εἰς κύστιν καὶ ἕψῃ μαλακῶς καὶ μὴ συντόνῳ τῷ πυρί, τὸ ὠχρὸν εἰς τὸ μέσον συνέρχεται πᾶν, κύκλῳ δὲ τὸ λευκὸν περιίσταται. Τῶν δ’ ἀλεκτορίδων αἱ νεοττίδες πρῶτον τίκτουσιν εὐθὺς ἀρχομένου τοῦ ἔαρος, καὶ πλείω τίκτουσιν ἢ αἱ πρεσβύτεραι· ἐλάττω δὲ τῷ μεγέθει τὰ ἐκ τῶν νεωτέρων. Ὅλως δὲ ἐὰν μὴ ἐπῳάζωσιν αἱ ὄρνιθες, διαφθείρονται καὶ κάμνουσιν. Ὀχευθεῖσαι δὲ αἱ μὲν ὄρνιθες φρίττουσί τε καὶ ἀποσείονται καὶ πολλάκις κάρφος περιβάλλονται (ποιοῦσι δὲ τὸ αὐτὸ τοῦτο καὶ τεκοῦσαι ἐνίοτε), αἱ δὲ περιστεραὶ ἐφέλκουσι τὸ ὀρροπύγιον, οἱ δὲ χῆνες κατακολυμβῶσιν. Αἱ δὲ κυήσεις καὶ αἱ τῶν ὑπηνεμίων ᾠῶν συλλήψεις ταχεῖαι γίνονται ταῖς πλείσταις τῶν ὀρνίθων, οἷον καὶ τῇ πέρδικι, ὅταν ὀργᾷ πρὸς τὴν ὀχείαν· ἐὰν γὰρ κατὰ πνεῦμα στῇ τοῦ ἄρρενος, κυΐσκεται καὶ εὐθὺς ἄχρηστος γίνεται πρὸς τὰς θήρας· ὄσφρησιν γὰρ δοκεῖ ἔχειν ἐπίδηλον ὁ πέρδιξ. Ἡ δὲ τοῦ ᾠοῦ γένεσις μετὰ τὴν ὀχείαν καὶ ἐκ τοῦ ᾠοῦ πάλιν συμπεττομένου ἡ τοῦ νεοττοῦ γένεσις οὐκ ἐν ἴσοις χρόνοις συμβαίνει πᾶσιν, ἀλλὰ διαφέρει κατὰ τὰ μεγέθη τῶν γεννώντων. Συνίσταται δὲ τὸ τῆς ἀλεκτορίδος ᾠὸν μετὰ τὴν ὀχείαν καὶ τελειοῦται ἐν δέχ’ ἡμέραις ὡς ἐπὶ τὸ πολύ· καὶ τῆς περιστερᾶς δ’ ἐν μικρῷ ἐλάττονι. Δύνανται δ’ αἱ περιστεραὶ ἤδη τοῦ ᾠοῦ ἐν ὠδῖνι ὄντος κατέχειν· ἐὰν γάρ τι ἐνοχληθῇ ὑπό τινος ἢ περὶ τὴν νεοττείαν ἢ πτερὸν ἐκτιλθῇ ἢ ἄλλο τι πονήσῃ καὶ δυσαρεστήσῃ, κατέχει καὶ οὐ τίκτει μελλήσασα. Ἴδια δὲ περὶ τὰς περιστερὰς συμβαίνει καὶ τάδε περὶ τὴν ὀχείαν. Κυνοῦσί τε γὰρ ἀλλήλας, ὅταν μέλλῃ ἀναβαίνειν ὁ ἄρρην, ἢ οὐκ ἂν ὀχεύσειεν, ὁ μὲν πρεσβύτερος τὸ πρῶτον· ὕστερον μέντοι ἀναβαίνει καὶ μὴ κύσας· οἱ δὲ νεώτεροι ἀεὶ τοῦτο ποιήσαντες ὀχεύουσιν. Τοῦτό τε δὴ ἴδιον ποιοῦσι, καὶ ἔτι αἱ θήλειαι ἀλλήλαις ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κύσασαι ὥσπερ οἱ ἄρρενες· καὶ οὐθὲν προϊέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠὰ πλείω ἢ τὰ γόνῳ γινόμενα, ἐξ ὧν οὐ γίνεται νεοττὸς οὐθείς, ἀλλ’ ὑπηνέμια πάντα τὰ τοιαῦτά ἐστιν.

〈البيض. — بيض الريح — طباع الحمام〉

وبيض جميع أصناف الطير جاس صلب الجلد، إن كان من سفاد ولم تصبه آفة ولا ضرورة، فإنه ربما كان قشر البيض رخواً ليناً من قبل فساد وعرض يعرض له، مثل ما يظهر فى بيض 〈الدجاج أحياناً. وفى بيض〉 أصناف الطير لونان: أما الصفرة، أعنى المح فداخل، وأما البياض فخارج محدق بالمح. وبين بيض الطير الذى يأوى فى شاطىء الأنهار والنقائع، وبين بعض الطير الذى يأوى فى البرارى واليبس — اختلاف، من قبل أن الصفرة التى تكون فى داخل بيض الطير الذى يأوى فى قرب المياه أكثر من البياض مراراً شتى. وفيما بين ألوان أصناف بيض الطير اختلاف بقدر الاختلاف الذى بين الأجناس، من قبل أن من البيض ما يكون أبيض اللون، مثل بيض القبج والحمام؛ ومنه ما يكون تبنى اللون مثل لون بيض 〈الطير〉 الذى يأوى حول النقائع؛ ومن البيض ما يكون منقطاً بنقط سود، مثل بيض الطير الذى يسمى باليونانية مالاغرايداس μελεαγριδεσ وفاسيان Φασιανοσ فأما بيض الطير الذى يسمى باليونانية كنخريس κεγΧρισ فهو أحمر اللون مثل المغرة.

وفى البيض اختلاف أيضاً، من قبل أن منه ما يكون محدد الأطراف، ومنه ما يكون عريض الأطراف. وإذا باض الطير بيضه يخرج أولاً الطرف العريض. وينبغى أن يعلم أن ما كان من البيض مستطيلاً محدد الأطراف يفرخ الإناث؛ فأما ما كان منه مستديراً عريض الأطراف فهو يفرخ الذكورة. وإنما يدفأ ويسخن البيض ويفرخ إذا جلس الطير عليه أياماً. وربما دفىء وفرخ الطير من ذاته [١٣٨] إذا كان موضوعاً فى أرض دفئة، مثل ما يفعل أهل مصر، حيث يضعون البيض فى داخل الزبل. وقد كان فى البلدة التى تسمى باليونانية سوراقوسا Ευρακουσα رجل محب لكثرة شرب الخمر، فكان يضع بيضاً تحت الحصير الذى يجلس عليه، فلا يزال يشرب الخمر حتى ينكسر قشر البيض ويفرخ منها الفراخ. وربما كان البيض موضوعاً فى آنية دفيئة فيسخن ويخرج الفرخ من ذاته.

ومنى جميع أصناف الطير أبيض، مثل منى سائر الحيوان أيضاً. وإذا سفدت الأنثى يمسك المنى فوق عند صفاق الحجاب، ويظهر ذلك المنى أولاً أبيض صغيراً، ثم يظهر أحمر دمياً بعد ذلك، ويكون كل لونه تبنياً أشقر. وإذا غلظ، يفترق ويكون اللون التبنى داخلاً، واللون الأبيض خارجاً محدقاً بالتبنى. فإذا تمت خلقته ويخرج فى أوانه، يتغير من اللين إلى الجساوة. وهو يخرج ليس بجاس؛ فإذا خرج، جسا، إن لم تصبه آفة أو علة، وربما كان لون كل البيض تبنياً، مثلما يكون لون الفرخ الذى يخلق منه. وقد يظهر البيض على الحال التى وصفنا فى جوف الدجاج تحت صفاق الحجاب إذا شق فإنه يوجد لون جميع البياض تبنياً وإلى الصفرة ما هو.

وربما كان البيض من غير سفاد، وهو الذى يسمى بيض الريح. فأما الذين يزعمون أن ذلك البيض إنما هو من بقية سفاد فهم كذبة: لأنه قد ظهر من فراريج الدجاج ما باض بيضاً بغير سفاد؛ ومن صغار الوز أيضاً. وإنما يكون ذلك البيض من قبل الريح. والبيض الذى يتولد من الريح أصغر من الذى يتولد [يكون] من السفاد. وإن وضع البيض الذى يتولد من الريح تحت دجاجة أو غيرها من الطيور لا تتخثر رطوبته ولا تتغير، بل يبقى اللون التبنى على حاله، والبياض على حاله. وإنما يكون بيض الريح من الدجاج والقبج، والحمامة، والطاووس، والوز، والطير الذى يسمى باليونانية خينالوپقس Χηναλωπεκοσ وتفسيره: الذى هو خلط من الوز [١٣٩] الوز والثعلب.

وإذا جلس الطير على البيض فى أوان الصيف تدفأ وتخرج منه الفراخ أسرع من دفئها وخروجها فى زمان الشتاء؛ ولذلك تجلس الدجاجة على البيض ثمانى عشرة ليلة فى الصيف وتخرج فراخها؛ فأما فى الشتاء فربما دفىء البيض وفرخ لتمام خمسة وعشرين يوماً.

وفيما بين أصناف الطير اختلاف أيضاً، من قبل أن بعضها أكثر إلحاحاً فى الجلوس على البيض والدفء من غيرها. وإن عرض رعد فى الهواء إذا كان الطير جالساً على البيض، فسد. وفساد البيض فى الصيف أكثر منه فى الشتاء، ولا سيما إذا هبت رياح الجنوب. وقد سمى بعض الناس بيض الريح: البيض الجنوبى، لأن أصناف الطير تقبل الريح فى أجوافها فى أوان الربيع فيما يظهر. ويعرض مثل هذا العرض أيضاً إذا مست بالإصبع بنوع من الأنواع. وربما فرخ البيض الذى يتولد من الريح إذا كان سفاد بعد تولده. وإذا كان سفاد بعد تولد البيض أيضاً يتغير لونه التبنى ويكون إلى البياض ما هو. وإذا سفد الطير من صنف آخر من أصناف الطيور، بعد أن يكون فى جوفه، يتغير الفرخ الذى يكون منه ويصير شبيهاً بالطير 〈الذى سافد الأنثى آخر مرة. لكن إذا تم الإخصاب الثانى أثناء الانتقال من التبنى إلى الأبيض، فلا يحدث أى تغير: إذ لا يتحول بيض الريح إلى بيض مخصب، والبيض المتولد سابقاً لا يأخذ نوع الذكر الأخير. — ومن ناحية أخرى، إذا توقف السفاد، فى الوقت الذى لا يزال فيه البيض صغيراً، فإن العظم الذى اكتسبه من قبل لا يقبل أية زيادة بعد؛ لكن إذا علا الذكر الأنثى من جديد، فإن حجمه يزداد بسرعة.

والأصفر والأبيض اللذان فى البيضة ذوا طبيعتين متقابلتين، ليس فقط فيما يتعلق باللون، بل وأيضاً من حيث الخصائص. فالأصفر يتخثر تحت تأثير البرد، بينما الأبيض، بدلاً من أن يتخثر، يميل بالأولى إلى أن يصير مائياً؛ وفى مقابل ذلك، فإن النار تخثر الأبيض، بينما الأصفر لا يتخثر بل يظل غير متماسك، إلا إذا نشط الاحتراق حتى النهاية؛ وكذلك الأصفر يكتسب مزيداً من القوام والصلابة حين يسلق أكثر منه حين يحمر. — ويفصل الأبيض عن الأصفر صفاق. والحبيبات الموجودة عند كل قطب من قطبى الأصفر لا تسهم فى تكوين الجنين، كما زعم ذلك بعض المؤلفين خطأ. وثم حبيبتان من هذا النوع، إحداهما فى أسفل، والأخرى فى أعلى. — وهاك ملاحظة أخرى بشأن الأبيض والأصفر وهى أننا إذا فصلناهما عن القشرة وصببنا كمية من الأصفر وكمية من الأبيض، وطبخناهما بنار هادئة، فإن الأصفر يتجمع كله حول المركز، بينما الأبيض يكون دائرة حوله〉.

وشباب إناث الطير يبيض بيضاً أكثر. وأول ما يبيض إناث الطيور من البيض يكون أصغر، ثم يعظم عند النشوء حتى ينتهى إلى حد عظمه.— وأيضاً إن لم تجلس إناث الطيور على البيض تمرض ويسوء حالها. وإذا سفد الدجاج يقشعر وينتفض؛ ومنه ما يحمل شظية عود فى فمه مراراً شتى. يفعل الدجاج مثل هذا الفعل إذا باض أيضاً. فأما الحمام فإنه ينقص ذنبه ويضمه إلى داخل. فأما الوز فإنه إذا سفد يكثر السباحة فى الماء. — وكثير من أصناف الطير يسفد ويبيض بيضاً من ذلك السفاد عاجلاً، ويبيض من الريح أيضاً مثل ما يعرض للقبج إذا هاج واشتاق إلى اسفاد، لأن الأنثى إذا وقعت قبالة الذكر وهاجت من ناحية الذكر ريح مقبلة إلى ناحية الأنثى، تحمل من ساعتها وتبيض؛ ولا تصلح للصيد، من قبل أن رائحتها تكون بينة ظاهرة.

وإنما يختلط البيض بعد السفاد. و[١٤٠] من البيض يكون تولد الفراخ أيضاً — وذلك يكون فى أزمان مختلفة بقدر أجناس وعظم جثة الطير الذى يبيض ويفرخ. وبيض الدجاج يكون بعد السفاد؛ وتتم خلقته فى عشرة أيام أكثر ذلك. وأما بيض الحمام فهو يكون تاماً فى زمان أقل من زمان تمام بيض الدجاج. ويمكن أن تحبس الحمامة البيض فى جوفها، بعد الوقت الذى ينبغى أن تبيض فيه، لأنه إن أصابها أذى من وجه من الوجوه، أو من قبل عشها، أو نتف أحد ريشةً من ريشها، أو عرض لها وجع، فإنها حينئذ تحبس البيض فى جوفها ولا تبيضه أياماً.

ويعرض للحمام أيضاً شىء خاص بها فى أوان السفاد: أن يقبل بعضها بعضاً إذا أراد الذكر أن يعلو على الأنثى. وليس يكاد أن يسفد الذكر قبل أن يفعل ما ذكرنا، إلا بعد الكبر. فأما الشباب فليس يسفد قبل أن يقبل الأنثى، ثم يدع ذلك عند الكبر. وإناث الحمام يعلو بعضها بعضاً إذا لم يكن ذكر فى قربها. وليس يعلو بعضها بعضاً إلا بعد القبل، كما تفعل الذكورة. وليس يفضى بعضها فى بعض شيئاً، وهى تبيض بيضاً كثيراً ولا يكون من ذلك البيض فراخ، بل يكون مثل البيض الذى يتولد من الريح.