Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τινῶν. εἰ δὲ οὐδὲ φροντίζοιεν τῶν παρόντων, οὐδενὸς ἔσται σημεῖον. ὥστε κἀνταῦθα τὸ ἦθος ἐπίστασθαι χρὴ τοῦ κάμνοντος, ὥσπερ τὸ μὲν ἔθος τῶν ἐπὶ τὴν γαστέρα κοιμωμένων, τὴν δὲ φύσιν, ὅσοι πρίουσι κοιμώμενοι τοῦ ὀδόντος ἢ τοῖς ὀφθαλμοῖς οὐκ ἀκριβῶς μύουσιν. τὰ γὰρ τοιαῦτα μετὰ τοῦ προεγνωκέναι τὸ ἦθος ἢ τὴν φύσιν τοῦ κάμνοντος ἢ παρά τινος τῶν ἐπισταμένων αὐτοὺς πυθέσθαι, τὴν διάγνωσιν ἴσχει καὶ ποτὲ μὲν ἀγαθὰ, ποτέ δὲ φαῦλα σημεῖα, τὰ μὲν, ὡς τὸ μὲν μέλαν οὖρον ἢ πτύσμα μέλαν ἢ χολὴν μέλαιναν, νοσημάτων ἀρχομένων φανῆναι καὶ δύναμιν ἔχει μεγίστην καὶ διάγνωσιν ῥᾴστην, ὥσπερ γε πάλιν ἐξ ὑπεναντίου, τοῖς δὲ μεγίστην δύναμιν εἰς σωτηρίαν ἐν τοῖς ὀξέσι νοσήμασιν εὔπνοια καὶ οὖρον ὑπόστασιν ἔχον λευκὴν καὶ λείαν καὶ ὁμαλήν. ταῦτα μὲν οὖν ἐπὶ τῶν κατὰ διάγνωσιν αὐτάρκως εἴρηται, παραδείγματα ἐσόμενα τῶν τε μεγάλην ἐχόντων δύναμιν καὶ ῥᾴστων γνωσθῆναι καὶ τῶν γιγνωσκομένων ἡμῖν πάντη γε καὶ πάντως, ἐάν τε διὰ πείρας