Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

κατωτέρω ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχειν. ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας σχηματίζειν. τὰ μὲν κατὰ μέσον οὕτως, τὰ δὲ ἔνθα ἢ ἔνθα μὴ ἔξω τῆς ἕδρας. κατὰ λόγον δὲ τῆς ἐπιστροφῆς προβαλλόμενον τὸ σῶμα καὶ τοῦ σάματος τὸ ἐργαζόμενον.

Ἐπειδὰν τὸν ἰατρὸν ἐκέλευσε συμμέτρως ἔχειν πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγὴν, ἤτοι καθήμενον ἢ ἑστῶτα καὶ πρῶτον ἐνεχείρισε λέγειν τὴν τοῦ καθημένου συμμετρίαν πρὸς ἕκαστον τῶν τριῶν, ἀρξάμενος ἀπὸ τῆς αὐγῆς. εἶτα μεταβὰς ἐπὶ τὴν πρὸς ἑαυτὸν αὐτοῦ συμμετρίαν καὶ ταύτην διελθὼν ἐπὶ τὸ λοιπὸν ἔτι τρίτον ἥκει, διδάσκων τὴν πρὸς τὸ χειριζόμενον αὐτοῦ συμμετρίαν. οὔτε γὰρ ἐγγὺς πάνυ προσήκει καθῆσθαι τοῦ χειριζομένου τὸν ἰατρὸν, ὡς ὑπὸ στενοχωρίας ἐμποδίζεσθαι τὰς τῶν χειρῶν ἐνεργείας οὕτε διεστηκέναι τοσοῦτον, ὡς μόγις ἐφικνεῖσθαι τοῦ χειριζομένου. τίθησι γοῦν κἀνταῦθά τινας ὅρους, ὧν οὔτ’ εἰς τὸ πρόσω χωρεῖν οὔτ’ εἰς τοὐπίσω