Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Ἱμάτιον εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν.

Τὸ μὲν εὐσταλέως ἀντὶ τοῦ προσεσταλμένως εἴρηκεν, ὡς μήτε περιτετραμμένον αὐτὸ μήτε χαλαρὸν περικεῖσθαι τῷ σώματι τοῦ ἰατροῦ. τὸ δὲ εὐκρινέως ἐπ’ αὐτοῦ τοῦ ἱματίου λέλεκται· κελεύει γὰρ καὶ τοῦτο μηδὲν αὐτοῦ μέρος ἐνδεδιπλῶσθαι. τὸ δ’ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν, ἀμφίβολόν ἐστιν· ἤτοι γὰρ ἴσως καὶ ὁμοίως ἐν ἀμφοτέραις ταῖς χερσὶ περιβεβλῆσθαι τοῖς ἀγκῶσι καὶ τοῖς ὤμοισιν ἀξιοῖ τὸ ἱμάτιον, ὡς παραβάλλεσθαι τὰς δύο χεῖρας ἀλλήλαις, ὅπερ οἱ πολλοὶ συγκρίνεσθαι καλοῦσιν ἢ τοὺς ἀγκῶνας, ἢ τοὺς ὤμους ἀλλήλοις παραβάλλει κατ’ ἀμφοτέρας τὰς χεῖρας, κελεύων ἴσως καὶ ὁμοίως τοῖς ἀγκῶσι καὶ τοῖς ὤμοις καθ’ ἑκάτερον αὐτῶν περιβεβλῆσθαι τὴν χεῖρα. ὅτι μὲν οὖν οὐκ ἀνωτέρω τῶν ἀγκώνων βούλεται τὴν περιβολὴν γίγνεσθαι τοῦ ἱματίου πρόδηλον. ἀσκεπάστους γὰρ εἶναι τούτους αἰσχρὸν οὐκ ἰατρῷ