Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐξηγοῦνται καθ’ ἑαυτό. τὸ μὲν οὖν πρότερον μέρος οὕτως περιγέγραπται, μίαν ἔχειν δυνάμενον αὐτοτελῆ διάνοιαν. ἡ γάρ τοι θέσις τῶν μορίων ἐάν τε γενικῶς ἀκούεται, περιλαμβανομένης καὶ τῆς ἀναλήψεως, ὡς ἐπὶ τῆς χειρὸς, ἐάν τε εἰδικῶς ὡς ἐπὶ μόνου τοῦ σκέλους ἀρίστη ἀεὶ ἡ μαλθακή τε γιγνομένη καὶ ὁμαλὴ καὶ ἀνάῤῥοπος· μαλθακὴ μὲν, ὅπως μὴ θλίβηται κατ’ ἐκεῖνο τὸ μόριον ὁ κάμνων οὕτως ἅμα τε φλεγμονῇ κινδυνεύῃ, διὰ τὴν τῆς θλίψεως ὀδύνην ἅμα τε μεταβάλλειν ὁ κάμνων ἀναγκαζόμενος τὸ σχῆμα, διαστρέφῃ τὸ κατεαγὸς, ὅπερ ἀκίνητον ἐν ἡσυχίᾳ πολλῇ φυλάττεσθαι δεῖται. ἡ δὲ ἀνώμαλος θέσις ὀδυνηρά ἐστιν ἅμα καὶ διαστρέφει τὸ κῶλον, ἐν τισὶ μὲν αὐτοῦ μέρεσιν ἀστήρικτον γιγνόμενον, ἐν τισὶ δὲ θλιβόμενον εἰκότως τὴν ὁμαλὴν ἐπαινεῖ. ἡ δὲ ἀνάῤῥοπος ἀρευμάτιστον φυλάττει, ὅπερ ἡ κατάῤῥοπος ῥευμανίζουσα, φλεγμονῆς αἰτία γίγνεται. τὸ μὲν δὴ πρότερον μέρος τῆς προκειμένης ῥήσεως, ὅτι τε μίαν ἔχειν διάνοιαν δύναται ὅτι τε καλῶς εἴρηται κατὰ τήνδε εὔδηλον ἤδη γέγονε. τὸ δὲ δεύτερον, εἰ δὴ