Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

σύμμετρον, ὃ πρὸς τὴν κοινὴν τῶν ἀνθρώπων ἀναφέρεται, οὐ πρὸς τὴν τοῦ κάμνοντος ἰδέαν. ἐνίοτε μὲν γὰρ τούτῳ καὶ αὐτῷ τῷ πάσχοντι φαίνεται σύμμετρον. ἐπιχέας οὖν ἐξ αὐτοῦ τὴν πρώτην ἐπίκλυσιν τοῦ θεραπευομένου δυνήσῃ πυθέσθαι, πότερον ψυχρότερον ἢ θερμότερον αὐτῷ φαίνεται τῷ συμμέτρῳ· καὶ οὕτως θερμὸν ἢ ψυχρὸν ὀλίγον ἐπιχέας εὔκρατον ὡς πρὸς τὸν πάσχοντα ποιήσεις. κριτήριον οὖν ἐστι τῆς εὐκρασίας τοῦ ὕδατος ἡμετέρα χεὶρ, ἣ πρῶτον μὲν μεθέξει· ἡ δὲ αὐτοῦ τοῦ κάμνοντος αἴσθησις τὸ κυριώτατόν τε καὶ τελειότατόν ἐστι καὶ πρῶτον δυνάμει κριτήριον εὐκρασίας. τὸ δὲ ποσὸν τῆς χρήσεως αὐτοῦ διορισμοὺς ἔχει κοινοὺς πρὸς ἀνάτριψίν τε καὶ πάνθ’ ὅσα θερμαίνει βοηθήματα. ταῦτα γὰρ ἐγκείμενα οὐ μόνον πέφυκεν ἐπισπᾶσθαι ἐπὶ τὸ θερμαινόμενον μόριον ἐκ τῶν πέριξ τόπων, ἀλλὰ καὶ διαφορεῖν· ἀλλὰ καὶ διὰ τοῦτο τἀναντία φαίνεται ποιοῦν τὸ θερμὸν ὕδωρ, παρά τε τὸ θερμὸν ἔχειν τὸ σῶμα καὶ τὴν ἐπὶ πλέον καὶ ἔλαττον χρῆσιν. ἐὰν μὲν γὰρ κενὸν εἴη τὸ σύμπαν σῶμα, διαφορεῖ πλέον ἢ ἐπισπᾶται·