Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ὁποῖόν τέ ἐστι τό τε ἰσχίον καὶ ἡ πτέρνα. πολλάκις εἴρηταί μοι τὴν τοιαύτην ἑρμηνείαν ἀφορμὴν παρέχειν ἐξηγήσεως ἄλλην ἄλλῳ καὶ τὸ τινί γε δόξαν πιθανὸν ἑτέρῳ φαίνεσθαι. διὰ τοῦτο οὖν οὐδ’ ἀποφαίνεσθαι δεῖ ὑπὲρ τοῦ δοξάζοντος ἀληθῶς εἶναι προσήκειν. τούτου τοίνυν ἡμᾶς μεμνημένους δεῖ καὶ μέντοι καὶ γιγνώσκοντας, ὡς ἐν ταῖς διαφωνουμέναις ἐξηγήσεσιν, ὅταν ἡ θεωρία φυλάττηται κατ’ αὐτὰς, τρίβεσθαι μακρὸν οὐ χρὴ, μεταβαίνοντας ἐπὶ τὸ χρήσιμον τῆς τέχνης, ἐν ἐκείνῳ χρονίζειν ἐστὶ βέλτιον, ὥσπερ καὶ νῦν ἄμεινον πρᾶξαι. συμφωνουμένων μὲν γὰρ τοῦ δεῖν ἐπὶ πάντων τὴν θέσιν εἶναι μαλθακὴν καὶ ὁμαλὴν καὶ ἀνάῤῥοπον, ἐξαιρέτως δὲ ἐπὶ τῶν ἐξεχόντων μορίων, ὁποῖον τὸ ἰσχίον καὶ πτέρνα, τῶν ἐφεξῆς ἐχόμεθα, καθ’ ἅ φησιν ὡς μήτε ἀνακλᾶται μήτε ἐκτρέπεται. πάλιν οὖν κἀνταῦθα τὸ μὲν ὠφέλιμον εἰς τὴν τέχνην ἐστὶν ἐπίστασθαι περὶ τῆς θέσεως τῶν ἐξεχόντων μορίων, ὥς γε ἂν μὲν ὑψηλοτέρα τοῦ προσήκοντος γένηται, συμβήσεται τὸ κῶλον ἀνακλᾶσθαι.