Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καὶ οὕτως εἶπε, κατὰ φύσιν μὲν σχῆμα κατὰ μὲν τὰς ἐνεργείας ὁ σκοπὸς αὐτῶν καὶ ἡ χρεία δι’ ἣν ἐνεργοῦνται. ἐς δὲ ταῦτα, τουτέστι τὰ νῦν εἰρημένα, τὴν πάρεξιν καὶ διάτασιν ἀνάπλασίν τε καὶ θέσιν, ὡς ἂν οὐδεμίαν ἐνέργειαν ἐνεργοῦντος διὰ τοῦ πεπονθότος μορίου τοῦ κάμνοντος. ἑτέρους σκοποὺς τῆς τοῦ κατὰ φύσιν σχήματος εὑρέσεως, οὓς ἐφεξῆς αὐτὸς διέρχεται γράψας, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐλινύοντος μὲν λέγων τοῦ μηδὲν ὅλως ἐνεργοῦντος, ἀλλ’ ἡσυχάζοντος. ἐξ οὗ φησι τὰς ἰθυωρίας λαμβάνεσθαι, καθάπερ ἐπὶ τῆς χειρὸς ἐδίδαξεν, ὑποκεῖσθαι μὲν ἀξιῶν τὸ τοῦ πήχεος ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ τῆς κερκίδος. ἐκ δὲ τοῦ κοινοῦ τὸ μεταξὺ σχῆμα κάμψεώς τε καὶ ἐκτάσεως ἄκρας. ὅπερ ἐγγὺς εἶναί φησι τοῦ ἐγγωνίου σχήματος πήχεος πρὸς βραχίονα· καὶ καλεῖσθαί φασιν ἐγγώνιον σχῆμα τὸ κατ’ ὀρθὴν γωνίαν, τουτέστιν ἵνα τὸ τοῦ πήχεος ὀστοῦν πρὸς τὸ τοῦ βραχίονος ὀρθὴν ἐργάζηται γωνίαν. πάντων δὲ τῶν παλαιῶν ἀντιγράφων προκείμενον ἐχόντων τὸ ἐγγὺς, εἰδότων δὲ καὶ τῶν ἐξηγησαμένων