Sententiae Menandri (versio A) (Menander's One-Verse Maxims)
Α
ἄνθρωπον ὄντα δεῖ φρονεῖν τἀνθρώπινα (Mon 1 M/1 J)
ἀναφαίρετον κτῆμ᾿ ἐστὶ παιδεία βροτοῖς (Mon 2 M/2 J)
ἀεὶ τὸ λυποῦν ἐκδίωκε τοῦ βίου (Mon 3 M/3 J)
αὐτά σε διδάσκει τοῦ βίου τὰ πράγματα (Mon 647 M/4 J)
ἀθάνατον ἔχθραν μὴ φύλαττε θνητὸς ὤν (Mon 4 M/5 J)
ἅπαξ ἀκοῦσαι τοὺς ἐλευθέρους καλόν (Piccolos p. 230, 1/Mon 6 J)
ἅπαν τὸ κέρδος ἄδικον ὂν φέρει βλάβην (Mon 6 M/8 J)
ἅπαντα καιρῷ χάριν ἔχει τρυγώμενα (Mon 7 M/9 J)
ἂν εὖ φρονῇς, τὰ πάντα γ᾿ εὐδαίμων ἔσῃ (Mon 649 M/74 J)
ἀχάριστος ὅστις εὖ παθὼν ἀμνημονεῖ (Mon 10 M/12 J)
ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος (Mon 11 M/13 J)
ἀμελοῦντα τοῦ ζῆν οὐκ ἔνεστ᾿ εὐσχημονεῖν (Mon 646 M/91 J)
ἀγαθὸν μέγιστον ἡ φρόνησίς ἐστ᾿ ἀεί (Mon 12 M/14 J)
ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν (Mon 13 M/15 J)
ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην (Mon 14 M/16 J)
ἀβουλίᾳ τὰ πολλὰ βλάπτονται βροτοί (Mon 15 M/17 J)
ἄνθρωπον ὄντα σαυτὸν ἀναμίμνησκ᾿ ἀεί (Mon 16 M/18 J)
ἀνεξέταστον μὴ κόλαζε μηδένα (Mon 17 M/19 J)
ἀφεὶς τὰ φανερὰ μὴ δίωκε τἀφανῆ (Mon 18 M/20 J)
ἀνὴρ πονηρὸς δυστυχεῖ, κἂν εὐτυχῇ (Mon 19 M/21 J)
ἄνθρωπος ὢν γίγνωσκε τῆς ὀργῆς κρατεῖν (Mon 20 M/22 J)
αἰσχρὸν δὲ μηδὲν πρᾶττε μηδὲ μάνθανε (Mon 23 M/24 J)
ἅπαντας ἡ παίδευσις ἡμέρους τελεῖ (Mon 41 M/50 J)
ἀνδρὸς πονηροῦ φεῦγε συνοδίαν ἀεί (Mon 24 M/25 J)
ἀνδρῶν δ᾿ ἀπίστων ὅρκον εἰς ὕδωρ γράφε
ἀρχῆς τετευχὼς ἴσθι ταύτης ἄξιος (Mon 44 M/55 J)
ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται (Mon 26 M/27 J)
ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ᾿ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται (Mon 638—639 M/37—38 J)
ἅπαντ᾿ ἀφανίζει γῆρας, ἰσχὺν σώματος (Mon 648 M/39 J)
ἄριστόν ἐστι πάντ᾿ ἐπίστασθαι καλά (Mon 33 M/41 J)
ἄνευ προφάσεως οὐδὲν ἀνθρώποις κακόν (Mon 35 M/44 J)
ἀνὴρ ὁ φεύγων καὶ πάλιν μαχήσεται (Mon 45 M/56 J)
ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε (Mon 28 M/29 J)
ἀνελεύθεροι γάρ εἰσιν οἱ φιλάργυροι (Mon 36 M/45 J)
ἆρ᾿ ἐστὶ θυμοῦ φάρμακον χρηστὸς λόγος (Mon 37 M/46 J)
ἀνὴρ γὰρ ἄνδρα καὶ πόλις σώζει πόλιν (Mon 29 M/31 J)
ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος (Mon 40 M/49 J)
ἀνδρὸς πονηροῦ σπλάγχνον οὐ μαλάσσεται (Mon 31 Μ/33 J)
ἅπασιν εὖ πράττουσιν ἥδομαι φίλοις (Mon 452 Lasc/511 Brunck) ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι (Mon 453 Lasc/512 Brunck)
αἱ δ᾿ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν (Mon 42 M/51 J)