Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν τὰϲ πλειάδαϲ ἢ κατὰ τὸν ἑνικὸν τὴν πλειάδα. γίνεται δὲ ἡ τῆϲ πλειάδοϲ δύϲιϲ κατὰ τὴν ἡμετέραν οἴκηϲιν ὡϲ μετὰ πεντήκοντα ἡμέραϲ τῆϲ φθινοπω- ρινῆϲ ἰϲημερίαϲ, εἰδότων ἡμῶν τὰϲ μὲν ἰϲημερίαϲ καὶ τροπὰϲ ἑνὶ καιρῷ γινομέναϲ ἐν ἁπάϲαιϲ ταῖϲ οἰκήϲεϲιν, τὰϲ δὲ ἐπιτολὰϲ καὶ δύ- ϲειϲ τῶν ἀϲτέρων ὑπαλλαϲϲομέναϲ, ὡϲ καθ’ ἑκάϲτην οἴκηϲιν ἰδίαν εἶναι. μόνοιϲ γὰρ τοῖϲ ὑπὸ τὸν αὐτὸν οἰκοῦϲι πόλον κοιναὶ τῶν ἄϲτρων αἵ τ’ ἐπιτολαὶ καὶ δύϲειϲ γίνονται. καλοῦϲι μὲν οἱ Ἕλληνεϲ ὡϲ τὰ πολλὰ τὸ ϲυγκείμενον ἐκ πολλῶν ἀϲτέρων ἄϲτρον, οἷον τὸν ταῦρον ὅλον ἤ τι μέροϲ αὐτοῦ, τὰϲ ὑάδαϲ ἢ τὰϲ πλειάδαϲ. ὅμωϲ μὴν ἔϲτιν ὅτε καὶ τῶν ἀϲτέρων ἕκαϲτον ὀνομάζουϲιν ἄϲτρον, οὐ μὴν τόν γε ϲυγκείμενον ἐκ πολλῶν ἀϲτέρα καλοῦϲιν, ἀλλ’ ἄϲτρον ἀεὶ μόνωϲ οὕτωϲ, ἕνα δὲ ἕκαϲτον οὐκέτι ἀϲτέρα μόνον, ὡϲ εἶπον, ἀλλὰ καὶ ἄϲτρον, οἷον τὸν ἀρκτοῦρον, τὸν ϲείριον, τὸν ἑωϲφόρον, τὸν ἑϲπέ- ριον. ἀναγκαιότατον δ’ ἐϲτὶν εἰϲ ὅλην τὴν ἐνεϲτῶϲαν πραγματείαν ἐπίϲταϲθαι τὴν κατὰ τὰϲ χώραϲ, ἐν αἷϲ ἂν ἰατρεύειν μέλλωμεν, ἑκά- ϲτου τῶν ἄϲτρων ἐπιτολήν τε καὶ δύϲιν, ἐπειδὴ περιγράφουϲιν αὗται τὰϲ ὥραϲ, αὐτίκα γέ τοι κατὰ τὸν δι’ Ἑλληϲπόντου παράλληλον ἀρχὴ μὲν τοῦ ἦρόϲ ἐϲτιν ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν ἰϲημερία, τε- λευτὴ δὲ τῶν πλειάδων ἡ ἐπιτολή. αὕτη δὲ καὶ θέρουϲ ἐϲτὶν ἀρχή, καθάπερ γε καὶ τελευτὴ μὲν τοῦ θέρουϲ, ἀρχὴ δὲ τοῦ φθινοπώρου ἡ ἐπιτολὴ τοῦ ἀρκτούρου, προλαμβάνουϲα τὴν φθινοπωρινὴν ἰϲημερίαν ἡμέραιϲ ὡϲ δώδεκα. καὶ μέν γε καὶ ἡ δύϲιϲ τῆϲ πλειάδοϲ ἀρχὴ μὲν τοῦ χειμῶνόϲ ἐϲτι, τελευτὴ δὲ τοῦ φθινοπώρου. θαυμάζειν δ’, οἶμαι, δεῖ καὶ ζητεῖν τὴν αἰτίαν τοῦ παραλελεῖφθαι κατὰ τὸν λόγον ἐπιτολὴν ἀϲτέροϲ τοῦ ἐπιϲημοτάτου γινομένην ἐν θέρει τοῦ καλου- μένου ϲειρίου. ὀνομάζουϲι δὲ αὐτὸν ἔνιοι καὶ κύνα, καταχρώμενοι τῇ τοῦ παντὸϲ ἄϲτρου προϲηγορίᾳ· κύων μὲν γὰρ τὸ ϲύμπαν ἄϲτρον, ὁ δ’ ἐπὶ τῆϲ γένυοϲ αὐτοῦ ϲείριοϲ, ὃν ὀρθῶϲ ἄν τιϲ ὀνομάζοι τὸν πρό- κυνα, οὐ τὸν κύνα. καὶ ἀρχή γε τῆϲ καλουμένηϲ ὀπώραϲ ἡ ἐπιτολὴ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download