Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τούτου τοῦ ἀϲτέροϲ ἐϲτίν. καὶ ὅϲοι τὸν ἐνιαυτὸν εἰϲ ἑπτὰ τέμνουϲιν ὥραϲ, ἄχρι μὲν ἐπιτολῆϲ τοῦ κυνὸϲ ἐκτείνουϲι τὸ θέροϲ, ἐντεῦθεν δὲ μέχριϲ ἀρκτούρου τὴν ὀπώραν. οἱ δ’ αὐτοὶ καὶ τὸν χειμῶνα τριχῇ τέμνουϲι, μέϲον μὲν αὐτοῦ ποιοῦντεϲ τὸν περὶ τὰϲ τροπὰϲ χρόνον, τοὺϲ δ’ ἑκατέρωθεν τοῦδε ϲπορητὸν μὲν τὸν πρόϲθεν, φυταλιὰν δὲ τὸν ἕτερον, αὐτοὶ γὰρ οὕτωϲ ὀνομάζουϲι. καὶ μέντοι κἀν τῷ Περὶ ἑβδομάδων Ἱπποκράτουϲ ἐπιγραφομένῳ βιβλίῳ διῃρημένον ἔϲτιν εὑρεῖν τὸν ἐνιαυτὸν εἰϲ ἑπτά, τοῦ μὲν φθινοπώρου καὶ τοῦ ἦροϲ ἀτμήτων πεφυλαγμένων, τετμημένων δὲ τοῦ μὲν χειμῶνοϲ εἰϲ τρία μέρη, τοῦ δὲ θέρουϲ εἰϲ δύο. χρηϲίμη μὲν οὖν ἐϲτι καὶ ἡ τοιαύτη διαίρεϲιϲ, ὡϲ προιὼν ὁ λόγοϲ δείξει, χρηϲίμη δὲ καὶ ἡ εἰϲ τέϲϲαραϲ ὥραϲ, ὡϲ καὶ τοῦτο δέδεικται πρότερον ὑπ’ αὐτοῦ τοῦ Ἱπποκρά- τουϲ ἐν οἷϲ τάϲ τε τῶν χυμῶν ἐπικρατείαϲ διδάϲκει καὶ τὰϲ τῶν νοϲημάτων ἰδέαϲ καὶ τὰϲ ἀμφοτέρων τούτων ἡγουμέναϲ κράϲειϲ τοῦ περιέχοντοϲ, τέτταραϲ ἐχούϲαϲ διαφοράϲ. ἐὰν γὰρ καὶ ὅτι μάλιϲτα δίχα τιϲ τέμνῃ τὸν μεταξὺ πλειάδων ἐπιτολῆϲ καὶ ἀρκτούρου χρό- νον, ἀλλά τι κοινόν ἐϲτιν αὐτῷ παντὶ τὸ ξηροτέρῳ τε καὶ θερμο- τέρῳ τοῦ ϲυμμέτρου εἶναι, καθάπερ γε καὶ τῷ χειμῶνι τὸ ψυχρο- τέρῳ τε καὶ ὑγροτέρῳ, κἂν τριχῇ τέμνηται. αἱ μὲν οὖν μεγάλαι διαφοραὶ τῆϲ κράϲεωϲ, ἃϲ καὶ γενικὰϲ ἄν τιϲ εἴποι προϲηκόντωϲ, εἰϲ τέτταραϲ διαιροῦϲιν ὥραϲ τὸν ἐνιαυτόν, [ἤτοι γ’ ἑτερογενεῖϲ ἢ ἑτεροειδεῖϲ ἀλλήλων, ὡϲ ἂν ἐθέλῃ τιϲ ὀνομάζειν,] αἱ δὲ καθ’ ἑκάϲτην τῶν διαφορῶν τούτων εἰϲ τὸ μᾶλλόν τε καὶ ἧττον τομαὶ τὸ θέροϲ μὲν εἰϲ δύο, τὸν χειμῶνα δ’ εἰϲ τρεῖϲ μοίραϲ τέμνου- ϲιν. αἰτία δὲ τῆϲ τῶν ὡρῶν τούτων τομῆϲ ἐϲτι τὸ μῆκοϲ τοῦ κατ’ αὐτὰϲ χρόνου· τεϲϲάρων γὰρ μηνῶν ὁ μεταξὺ πλειάδοϲ τε καὶ ἀρκτούρου χρόνοϲ ἐϲτί, πλειόνων δ’ ἢ καὶ τεϲϲάρων ὁ μεταξὺ πλειάδοϲ τε δύϲεωϲ καὶ τῆϲ ἐαρινῆϲ ἰϲημερίαϲ, ὁ δὲ τοῦ ἦροϲ οὐδ’ ὅλων δύο μηνῶν. ὥϲτ’ ἄτμητοϲ εἰκότωϲ ἐφυλάχθη, διὰ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download