Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

γὰρ ἐν τῷ Προγνωστικῷ· “πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, μέγα δὲ ἀναπνεό- μενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην”, εἶτα νῦν ὅτι μὲν παρε- φρόνησεν ὁ Φιλίσκος εἰρηκώς, οὐδὲν δ' ἐν ὅλῃ τῇ διηγήσει περὶ δυσπνοίας γεγραφώς, εἰκότως ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκεν· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ, ἀραιὸν μέγα. πρόδηλον δ' ὅτι ταὐτόν ἐστιν ἀραιόν τε φάναι καὶ διὰ πολ- λοῦ χρόνου. τὸ δ' ὥσπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνῃσκομένῳ σημαίνει. δέδεικται γὰρ ἐν τοῖς Περὶ δυσπνοίας ἀραιὸν καὶ μέγα γίνεσθαι τὸ πνεῦμα διὰ τὴν βλάβην τῆς διανοίας, ὥσπερ ἐπιλανθα- νομένου τῶν ἐνεργειῶν τοῦ κάμνοντος, ὡς μήθ' ὁπότε καταπαῦσαι προσῆκον αὐτὰς ἐπίστασθαι μήθ' ὁπότε ἄρξασθαι.

Σιληνὸς ᾤκει ἐπὶ τοῦ πλατα- μῶνος πλησίον τῶν Εὐαλκίδεω, ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονέειν καὶ ὀσφύν, καὶ κεφαλῆς βάρος καὶ τραχήλου ξύντασις. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατα- κορέα πολλὰ διῆλθεν· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης, γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοι- μήθη. δευτέρῃ πυρετὸς ὀξύς, διαχωρήματα πλείω, λεπ- τότερα, ἔπαφρα, οὖρα μέλανα, νύκτα δυσφόρως, μικρὰ παρέκρουσε. τρίτῃ πάντα παρωξύνθη· ὑποχονδρίου ξύν- τασις ἐξ ἀμφοτέρων παραμήκης πρὸς ὀμφαλόν, ὑπολά- παρος· διαχωρήματα λεπτά, ὑπομέλανα, οὖρα θολερά, μέλανα, νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλως, ᾠδή, κατέχειν οὐκ ἠδύνατο. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμ- πτῃ διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λίαν λιπαρά, οὖρα λεπτά, διαφανέα· μικρὰ κατενόει. ἕκτῃ περὶ κεφα- λὴν μικρὰ ἐφίδρωσεν, ἄκρεα ψυχρά, πελιδνά, πολὺς βλη- στρισμός, ἀπὸ κοιλίης οὐδὲν διῆλθεν, οὖρα ἐπέστη, πυ- ρετὸς ὀξύς. ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτι ἀνεθερμαί-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download