Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

νετο, οὔρησεν οὐδέν. ὀγδόῃ ἵδρωσε δι' ὅλου ψυχρῷ· ἐξ- ανθήματα μεθ' ἱδρῶτος ἐρυθρά, στρογγύλα, σμικρὰ οἷον ἴονθοι, παρέμενεν, οὐ καθίστατο. ἀπὸ δὲ κοιλίης ἐρεθι- σμῷ σμικρῷ κόπρανα λεπτά, οἷα ἄπεπτα, πολλὰ διῄει μετὰ πόνου· οὔρει μετ' ὀδύνης δακνώδεα· ἄκρεα σμικρὰ ἀνεθερμαίνετο, ὕπνοι λεπτοί, κωματώδης, ἄφωνος, οὖρα λεπτὰ διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ ποτὰ οὐκ ἐδέχετο, κωματώδης, ὕπνοι λεπτοί· ἀπὸ δὲ κοιλίης ὅμοια, οὔρησεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης λευκή, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέλεος πνεῦμα ἀραιὸν μέγα. ὑποχον- δρίου παλμὸς συνεχής, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσιν.

Ἐπὶ τούτου προσέθηκε τὴν ἡλικίαν, μὴ προσθεὶς ἐπὶ τοῦ πρώ- του. ἐκεῖνος μὲν γὰρ εὐλόγως ἑκταῖος ἀπέθανεν, ἐν ὀξεῖ νοσήματι κατὰ τὸ συνεχὲς ὀλέθρια σχὼν ἀπὸ τῆς ἀρχῆς τά τε σημεῖα καὶ τὰ συμ- πτώματα. οὗτος δὲ παραπλησίως ἐκείνῳ διακείμενος ἀπ' ἀρχῆς, ὅμως εἰς τὴν ἑνδεκάτην ἡμέραν προῆλθε διὰ ῥώμην δυνάμεως, ἣν εἰκὸς μὲν ἦν καὶ ἄλλως ὑπάρχειν αὐτῷ, καὶ διὰ τοῦ προσθεῖναι δὲ τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προσθεὶς ἐπὶ τοῦ Φιλίσκου καὶ ἐξ αὐτοῦ τοῦ μὴ προσθεῖναι δηλώσας, ὅτι πλειόνων ἐτῶν ἦν, ἢ ὥστε τὴν μὲν δύναμιν ἰσχυρὰν εἶναι. ἕτερος δ' ἂν ἄρρωστος ἐπὶ τοῖς αὐτοῖς ἀπ' ἀρχῆς σημείοις τε καὶ συμπτώμασιν, εἰ μὴ ἰσχυρὸς ἦν τὴν δύνα- μιν, ἑβδομαῖος ἀπέθανεν. καὶ οὗτος δὴ πλησίον ἧκε τοῦ θανάτου κατ' ἐκείνην τὴν ἡμέραν, καὶ γὰρ ὁ Ἱπποκράτης ἔγραψεν ἐπ' αὐτοῦ· ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτ' ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. εὔδηλον οὖν ἐκ τούτων, ὅτι πλησίον ἀφίκετο θανάτου. τῆς δυνάμεως δ' ἰσχυρᾶς οὔσης ἴσχυσεν ἐξαρκέσαι πρὸς τὴν ἐφεξῆς ἡμέραν κρίσιμον οὖσαν ἑνδεκάτην, καίτοι κατὰ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἐν κακίστοις αὐτὸν γενόμενον σημείοις τε καὶ συμπτώμασιν ἐπὶ τῆς ἑβδόμης ἐχρῆν ἀποθανεῖν, ὄντων γε τῶν παροξυσμῶν ἐν ταῖς περισσαῖς μᾶλλον, ὅπερ ἐδήλωσεν εἰπών· τρίτῃ παρωξύνθη πάντα, καὶ μετὰ ταῦτα πάλιν τετάρτῃ διὰ τῶν αὐτῶν. δυνηθεὶς οὖν ὑπερβῆναι, ὡς ἔφην, τὴν ἑβδόμην ἡμέραν διὰ ῥώμην δυνάμεως,

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download