Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ἐπὶ τῆς ὀγδόης ἡμέρας ἐξανθήματα μεθ' ἱδρῶτος ἔσχεν ἐρυ- θρά, στρογγύλα, σμικρά, τῆς φύσεως αὐτοῦ διαμαχομένης ἔτι τῷ νοσήματι καὶ πρὸς τὸ δέρμα τὴν περιουσίαν τῶν μοχθηρῶν χυ- μῶν ὠθούσης, καὶ διὰ τοῦτό γε οὐκ ἐπὶ τῆς ἐνάτης ἡμέρας ἀπέθα- νεν, ἀλλ' ἐπὶ τῆς ἑνδεκάτης. ὡς εἴ γε κατὰ τὴν ὀγδόην μηδὲν ἐγεγόνει τοιοῦτον, ἀκόλουθον ἦν ἀποθανεῖν αὐτὸν ἐπὶ τῆς ἐνάτης, γεγονυίας γε τῆς ἑβδόμης οἵαν εἶπεν. ἐπεὶ δὲ καὶ παρεφρόνησεν οὗτος ὁ ἄρρωστος ἐν τῇ νόσῳ, διὰ τοῦτο προσέθηκεν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως, πνεῦμα σχεῖν αὐτὸν ἀραιὸν καὶ μέγα δι' ὅλου τοῦ νοσήματος. ἀλλὰ καὶ ὑποχονδρίου παλμὸν συνεχῆ γε- γονέναι φησὶν αὐτῷ. θόρυβον δὲ καὶ τοῦτο ἢ παραφροσύνην ἐλέγετο δηλοῦν ἐν τῷ Προγνωστικῷ. ἔοικεν οὖν ἐν τῷ διαφράγματι φλεγ- μονὴ γεγονέναι τις τῷ ἀνθρώπῳ, δι' ἣν κατὰ τὴν τῆς τρίτης ἡμέρας διήγησιν ἔγραψεν· ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέ- ρων παραμήκης πρὸς ὀμφαλόν, ὑπολάπαρος. τὸ γὰρ ὑπο- λάπαρος ὑπόκενός ἐστι, τουτέστιν ὄγκου χωρίς, ὃς γίνεται τῶν καθ' ὑποχόνδρια μορίων φλεγμαινόντων. ὅταν μέντοι τῇ φλεγμονῇ τοῦ διαφράγματος κατὰ τὸ συνεχὲς ἀνέλκηται τὸ ὑποχόνδριον, συν- τείνεται χωρὶς ὄγκου. καὶ κατ' ἀρχήν γε τῆς ὅλης διηγήσεως ἔφη πονεῖν αὐτὸν ὀσφὺν καὶ κεφαλῆς ἔχειν βάρος καὶ τρα- χήλου σύντασιν, ἅπερ καὶ αὐτὰ πρὸς τὸ χεῖρον ῥέποντος τοῦ νοσήματος παρακρουστικὰ σημεῖα γίνεται. καὶ εἴ γε μετ' ἀγρυ- πνίας ἄνευ βάρους ἐγεγόνει ταῦτα, φρενιτικὸς ἂν ἀπετελέσθη. νυνὶ δὲ τὸ βάρος τῆς κεφαλῆς πλῆθος ἐνδεικνύμενον ἐν αὐτῇ περι- έχεσθαι χυμῶν, οὐ πάνυ τι θερμῶν ἢ χολωδῶν, (ἢ πάντως ἄγρυπνος ἂν ἦν,) ἐδήλωσε κωματώδη γενέσθαι τὸν κάμνοντα. λεχθήσεται δ' ἐπὶ πλέον περὶ τῶν τοιούτων διαθέσεων, ἐν αἷς ἅμα κωματώδεις εἰσὶ καὶ παραφρονοῦσιν, ὅταν ἐξηγησώμεθα τὴν πρώτην ῥῆσιν τοῦ Προρρητικοῦ. προσθεῖναι δὲ [χρὴ] τῷ παρόντι λόγῳ καὶ τοῦτ' ἴσως ἐστὶ βέλτιον, ὅπερ εἴρηται καὶ δι' ἄλλων ἡμῖν πολλάκις, ὅτι τῶν ἐπὶ προφανέσιν αἰτίαις ἀρξαμένων πυρέττειν, εἰ μηδεμίαν γοῦν κατὰ τὸ σῶμα περιέχοιντο παρασκευὴν νοσήματος, ἐφήμερος ὁ πυρετὸς γίνεται. καὶ τοίνυν τῷ Σιληνῷ πάντως ἂν ἐγεγόνει τοιοῦτος ἐκ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download