Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πυρέξαντι μὴ προυπαρχούσης ἐν τῷ σώματι τῆς νοσώδους παρασκευῆς, ἣν διαγνώσῃ τοῖς γενομένοις εὐθέως ἐπὶ τῆς πρώτης καὶ δευτέρας ἡμέρας συμπτώ- μασί τε καὶ σημείοις. πρῶτον μὲν οὖν, ἔφη, πῦρ ἔλαβεν, οὕτως δ' ὀνομάζειν εἴωθε τὸν πυρετόν, ὅταν ᾖ σφοδρότατος. εἶτ' ἐφεξῆς· ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ [μὲν] χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα πολλὰ διῆλθεν. εἶτα τούτοις ἐφεξῆς· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα. καὶ πάλιν ἐφεξῆς· διψώδης, γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. πλῆθος οὖν οὐ σμικρὸν ὀλεθρίων συμπτωμάτων τε καὶ σημείων ἐγένετο τῷ Σιληνῷ κατὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ὡς νοῆσαί τινα δύνασθαι σαφῶς, τοὺς κόπους καὶ πότους καὶ γυμνάσια προφάσεις γεγονέναι τοῦ νοσήματος. κυριώτατα γὰρ ἄν τις φαίη προφάσεις τὰ φανερὰ τῶν αἰτίων. ὅταν δέ τινα καὶ ἄλλα μέλλοντα νοσεῖν ἄνθρωπον ἐξελέγξῃ προσγενόμενα, χρόνῳ μέντοι πλείονι προηγησάμενα, κυρίως ἂν αἴτια λέγοιτο τηνικαῦτα. δυνατὸν δὲ διαμεῖναι καὶ τὸν Σιληνὸν τοῦτον ἐν χρόνῳ πολλῷ διαιτηθέντα τὸν τρόπον τὸν εἰρημένον, ἐξ αὐτοῦ δ' αὐτῷ παρεσκευάσθαι τὸ νόσημα. ἐὰν μὲν γὰρ πονῇ τις πολλὰ ταλαι- πωρούμενος ἐν ταῖς ἐνεργείαις ἄχρι κόπου, πίνῃ δὲ δαψιλῶς [καὶ] ἀκαίρως τε γυμνάζηται, τοῦτο δ' ἐστὶν ἤτοι γ' ἐπὶ σιτίοις ἢ βρα- δυπεψίας γενομένης, πρὶν καλῶς εἰς αἷμα μεταβληθῆναι τὴν τροφήν, οὗτος ἐν αὑτῷ τὸ μέν τοι χολῶδες ἀθροίσει διὰ τὰς ταλαιπωρίας, τὸ δ' ὠμὸν καὶ ἄπεπτον διά τε τοὺς πότους καὶ τὰ ἄκαιρα γυμνά- σια. χαλεπώταται δ' εἰσὶν αὗται μάλιστα τῶν νόσων, ἐν αἷς ἀμφο- τέρων ἀξιόλογον ἀθροίζεται πλῆθος.

Ἡροφῶντι πυρετὸς ὀξύς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ' ἀρχάς, μετὰ δὲ ταῦτα λεπτὰ διῄει, χολώδεα, ὑπόσυχνα· ὕπνοι οὐκ ἐνῆσαν, οὖρα μέλανα λεπτά. πέμπτῃ πρωὶ κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπήρθη, ὑποχονδρίου ξύντασις, ἀπὸ κοι- λίης ὀλίγα μέλανα διῆλθεν, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρώς, ψῦξις, παράληρος παρέμενεν. ἑβδόμῃ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download