Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τὴν ἰϲημερίαν ἤρξατο καὶ παρέτεινεν ἄχρι πλειάδοϲ δύϲεωϲ ἡμέ- ραιϲ ὡϲ πεντήκοντα.

Ἐν Θάϲῳ φθινοπώρου. κατὰ μὲν οὖν τὸν Κόϊντον οὔθ’ ἡ χώρα ϲυνενδείκνυταί τι πρὸϲ τὴν τῶν ἐπιδημίων νοϲημάτων πρόγνωϲιν οὔθ’ ὅλωϲ δυνατόν ἐϲτι τὰ γενηϲόμενα προγνῶναι, μόνον δὲ διαγνῶναι τὸ γεγενῆϲθαί τινα νοϲήματα, διεφθαρμένηϲ τῆϲ κατὰ φύϲιν ἐν ταῖϲ ὥραιϲ κράϲεωϲ· ἐνίοτε δὲ καὶ τὴν ἰδέαν αὐτῶν οὐκ ἐκ μεθόδου λογι- κῆϲ, ἀλλ’ ἐκ πείραϲ μόνηϲ φηϲὶν ἐγνῶϲθαι. καὶ τάϲ γε τῶν δυϲκρα- ϲιῶν ἐπιπλοκάϲ, ἃϲ ϲυνδρομὰϲ ὀνομάζουϲιν οἱ ἐμπειρικοὶ τῶν ἰατρῶν, ἐξηγούμενοι τοὺϲ Ἀφοριϲμοὺϲ ἐκ πείραϲ ἔλεγον εὑρῆϲθαι τῶν- δέ τινων νοϲημάτων αἰτίαϲ γινομέναϲ, οἷον· “ὅταν μὲν ὁ χειμὼν αὐχμηρὸϲ καὶ βόρειοϲ γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, κατὰ τὸ θέροϲ ἔϲονται πυρετοὶ ὀξεῖϲ καὶ ὀφθαλμίαι καὶ δυϲεντερίαι.” καὶ πάλιν· “ἢν μὲν ὁ χειμὼν ἔπομβροϲ καὶ νότιοϲ γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ χειμέριον, αἱ μὲν γυναῖκεϲ, ᾗϲιν οἱ τόκοι πρὸϲ τὸ ἔαρ, ἐκ πάϲηϲ προφάϲιοϲ ἐκτιτρώϲκουϲι·” καὶ τἄλλα ὅϲα τούτων ἐφεξῆϲ κατέλεξε, τέϲϲαραϲ μόναϲ διαφορὰϲ καταϲτάϲεων γράψαϲ, καίτοι παμ- πόλλων οὐϲῶν, ὅπερ ἐχρῆν ἐνθυμηθέντα τὸν Κόϊντον ἐπιϲκέψαϲθαί τε καὶ ζητῆϲαι πρῶτον μὲν αὐτὸ δὴ τοῦτο περὶ τὸ τῶν παρὰ φύϲιν ἐκτρεπομένων τῶν ὡρῶν, εἰ πλείουϲ εἰϲὶ τεττάρων, εἶθ’ εὑρόντα πλείουϲ ζητῆϲαι τὸν ἀριθμὸν ἁπαϲῶν, εἶτα ϲκέψαϲθαι, διὰ τί τῶν τετ- τάρων ἐμνημόνευϲε μόνων ὁ Ἱπποκράτηϲ, ἐφ’ οἷϲ ἅπαϲιν εὑρε- θεῖϲι ζητῆϲαί τινα μέθοδον, ᾗ χρώμενοι τὰϲ τῶν ἄλλων ἁπαϲῶν καταϲτάϲεων γνωϲόμεθα δυνάμειϲ· (μόνωϲ γὰρ ἂν οὕτωϲ ἱκανοὶ προγινώϲκειν γινοίμεθα καὶ τὰϲ μελλούϲαϲ ἐπιδημήϲειν νόϲουϲ) ἀλλὰ καὶ προφυλάϲϲεϲθαι, καθ’ ὅϲον οἷόν τε, πρὸϲ τὸ μηδ’ ὅλωϲ αὐταῖϲ περιπεϲεῖν διὰ τῆϲ εἰρημένηϲ ὁδοῦ προελθόντεϲ ἱκανῶϲ εἰϲόμεθα, ἢ εἰ τοῦτ’ ἀδύνατον εἴη ποτὲ διὰ τὸ μέγεθοϲ τῆϲ αἰτίαϲ, ὡϲ μετριωτάταιϲ γοῦν ταύταιϲ ἁλῶναι. ὅτι δὲ τὴν θεραπείαν τῶν νοϲημάτων ὁ γυμναϲθεὶϲ τὸν λογιϲμὸν οἷϲ εἶπον ἅπαϲιν ἄμεινον

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download