Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

εὑρήϲει τῶν μηδὲν προεϲκεμμένων, οὐδὲ τοὺϲ ἐπιτυχόνταϲ ἀγνοεῖν ἡγοῦμαι, μήτοι γε μὴν τοὺϲ νομίμωϲ πεπαιδευμένουϲ. ὅτι μὲν οὖν αὐτὸϲ ὁ Ἱπποκράτηϲ οἶδε πλείουϲ τῶν ἐν Ἀφοριϲμοῖϲ γεγραμμέ- νων τεϲϲάρων καταϲτάϲεων, ἐξ αὐτῶν τῶνδε τῶν βιβλίων, ἃ νῦν ἡμῖν ἐξηγεῖϲθαι πρόκειται, γένοιτ’ ἂν ἱκανῶϲ ϲαφέϲ. ἐν μὲν γὰρ τῷ πρώτῳ τῶνδε τὴν πρώτην ἔγραψε κατάϲταϲιν, ὑπὲρ ἧϲ αὐτὸϲ εἶπεν ἐπὶ τῇ τελευτῇ· “γενομένηϲ δὲ τῆϲ ἀγωγῆϲ ὅληϲ ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν.” δευτέραν δέ, ἐν ᾗ πάλιν ἔφη· “γενομένου δὲ τοῦ ἔτεοϲ ὅλου ψυχροῦ καὶ ὑγροῦ καὶ βορείου.” τρίτην δὲ ἀνώμαλόν τε καὶ ποικίλην, ἀρξαμένην μὲν ὀλίγον πρὸ τοῦ ἀρκτούρου ψυχρὰν καὶ ὑγράν, ἐφεξῆϲ δὲ γενομένην ἀπὸ τῆϲ φθινοπωρινῆϲ ἰϲημερίαϲ ἄχρι πλειάδων δύϲεωϲ παντάπαϲι νότιον ἅμα μετρίαιϲ ὑγρότηϲιν· εἶτ’ ἐφεξῆϲ ψυχ- ρὰν καὶ ξηρὰν ἅμα πνεύμαϲι βορείοιϲ μεγίϲτοιϲ ὅλῳ ϲχεδόν τι τῷ χειμῶνι· κἄπειτα ψυχρὰν καὶ ξηρὰν ἄχρι κυνὸϲ ἐπιτολῆϲ, ἐντεῦθεν ἀθρόωϲ καύματα μεγάλα μέχριϲ ἀρκτούρου, καθ’ ὃν ὕδατα νότια μέχρι τῆϲ ἰϲημερίαϲ. ταύτηϲ οὖν τῆϲ καταϲτάϲεωϲ ἀνωμάλου γενομένηϲ ὅμωϲ ἐπεκράτει τὸ ψυχρὸν καὶ ξηρόν. ἐν δὲ τῷ τρίτῳ τῶν βιβλίων τούτων ἔγραψεν ἄλλην κατάϲταϲιν, ἣν εἰϲ ἓν πάλιν ἀναγαγὼν κεφάλαιον ἔφηϲεν· “ἔτοϲ νότιον ἔπομβρον, ἄπνοια διὰ τέλεοϲ.” ἄλλην δὲ πά- λιν ἐν τῷ δευτέρῳ κατάϲταϲιν ἐν ἀρχῇ γράφων εἶπεν· “ἄνθρακεϲ ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμαϲιν ὕδατι λάβρῳ διόλου, ἐγένοντο μᾶλλον νότῳ.” ἐξ ὧνπερ γιγνώϲκομεν, ὅτι καὶ αὕτη θερμοτάτη ἐϲτὶ καὶ ἀμέτρωϲ ὑγρά, [ὡϲ] κατὰ μίαν ὥραν γενομένη, τὸ θέροϲ, ὥϲπερ καὶ ἡ κατὰ τὸ τρίτον βιβλίον ἐν ὅλῳ τῷ ἔτει. γεγραμμέναι δ’ εἰϲὶ καὶ ἄλλαι καταϲτάϲειϲ ἐν τοῖϲ τῶν Ἐπιδημιῶν βιβλίοιϲ, ἃϲ οὐκ εἶπεν ἐν τοῖϲ Ἀφοριϲμοῖϲ. ἀλλ’ ὡϲ ϲυνεχέϲτερόν τε τῶν ἄλλων γινομέναϲ τὰϲ τέϲϲαραϲ ἀρκούϲαϲ τε παραδείγματα γίγνεϲθαι μετὰ τῆϲ ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων αἰτιολογίαϲ ἠξίωϲεν ἐν τοῖϲ Ἀφοριϲμοῖϲ γραφῆναι. ἀλλὰ καί, εἰ [μὴ] παρελελοίπει τελέωϲ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download