Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τὴν αἰτιολογίαν, ἡμεῖϲ ἂν αὐτὴν εὕρομεν ἐκ τῶν ἐν τοῖϲ Ἀφοριϲμοῖϲ ὑπ’ αὐτοῦ γεγραμμένων, ἱκανῶν ὄντων ἀνδρὶ λογικῷ πρὸϲ τὴν τῶν εἰρημένων εὕρεϲιν. ἐπίϲταϲθαι γάρ ϲε χρὴ τοῦτο δεδειγμένον μὲν ὑφ’ ἡμῶν ἤδη πολλάκιϲ ἐν πολλοῖϲ αὐτάρκωϲ, εἰρηϲόμενον δὲ καὶ νῦν, εἰϲ ὅϲον ἀναγκαῖόν ἐϲτιν αὐτοῦ μνημονεύειν, ὡϲ τὰϲ κατὰ μέροϲ ἐν ἁπάϲαιϲ τέχναιϲ ϲυμπλοκὰϲ αὐτῶν τῶν πραγμάτων ἀδύνατόν ἐϲτι δι’ ἐμπειρίαϲ γνωϲθῆναι διὰ τὸ πλῆθοϲ, ἀλλ’ ἐπὶ πάϲαιϲ αὐταῖϲ ὁδὸϲ μία τῆϲ εὑρέϲεώϲ ἐϲτιν, ἡ διὰ τῶν οἰκείων ϲτοιχείων, ὥϲπερ καὶ ἐν γραμ- ματικῇ. τίνα τοίνυν οἰκεῖα ϲτοιχεῖα τῶν καταϲτάϲεών ἐϲτιν, ἴδωμεν ἀπὸ τοῦ πράγματοϲ τῆϲ οὐϲίαϲ ὁρμηθέντεϲ, ὡϲ ἐν τοῖϲ Περὶ ἀπο- δείξεωϲ δεδιδάχαμεν. ἀναλαβὼν οὖν ἀπ’ ἀρχῆϲ τὸν λόγον ἤδη ϲοι δίειμι πάντα κατὰ τὸ ϲυνεχέϲ, μηδὲν παραλιπών· αἱ ὧραι τοῦ ἔτουϲ διαφέρουϲιν ὑγρότητι καὶ θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι, τοῦ μὲν χειμῶνοϲ ὑγρότητι καὶ ψυχρότητι τὰϲ ἄλλαϲ ὑπερβάλλοντοϲ, ὥϲπερ γε τοῦ θέρουϲ θερμότητι καὶ ξηρότητι, τοῦ δ’ ἦροϲ ἀκριβῶϲ ἀμφοῖν ὄντοϲ ἐν τῷ μεταξύ. κρατεῖ γὰρ οὐδέτερον ἐν αὐτῷ κατ’ οὐδετέραν ἀντίθεϲιν, οὔτε τοῦ ξηροῦ τὸ ὑγρὸν οὔτε τοῦ θερμοῦ τὸ ψυχρόν, οὐδ’ ἐναντίωϲ οὔτε τοῦ ὑγροῦ τὸ ξηρὸν οὔτε τοῦ ψυχροῦ τὸ θερμόν, ἀλλ’ οἷον ἰϲομοιρία τιϲ ἀμφοτέρων ἐϲτὶ τῶν ἀντιθέϲεων ὁμοιότηϲ τε τῶν ὡρῶν ἁπαϲῶν ὅληϲ τῆϲ ἡμέραϲ ὡϲ ἔγγιϲτα καὶ τῆϲ νυκτόϲ, μηδεμιᾶϲ μεγάληϲ μεταλλαγῆϲ ἢ ὑπεροχῆϲ ἐν αὐταῖϲ γινομέ- νηϲ, ὁποία κατὰ φθινόπωρον ὁρᾶται, κρύουϲ μὲν ἕωθεν ὄντοϲ, ἀμφὶ δὲ τὸ μέϲον τῆϲ ἡμέραϲ θάλπουϲ ἰϲχυροῦ, μεταπίπτοντοϲ αὖ πάλιν εἰϲ κρύοϲ καὶ τοῦδε δείληϲ ὀψίαϲ. ** ἐπικρατεῖ δ’ ὅμωϲ αὐτῶν τὸ μὲν ξηρὸν τοῦ ὑγροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ. τοιαύτη μὲν ἡ κρᾶ- ϲίϲ ἐϲτι τῶν ὡρῶν τοῦ ἔτουϲ ὡϲ ἐπὶ τὸ πολύ, μεταβολῆϲ γινομένηϲ κατὰ βραχὺ μέν, ὡϲ μηδ’ αἰϲθάνεϲθαί τινα διὰ παντὸϲ τοῦ χρόνου, κατὰ μείζονα δὲ καὶ αἰϲθητῶϲ, οὐ μὴν ἀθρόωϲ γε οὐδ’ ἀμέτρωϲ ἐν ταῖϲ τῶν ὑγρῶν καὶ θερμῶν κατὰ φύϲιν μεταβολαῖϲ. ἀρκτούρου

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download