Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

πάντοθεν ἐπικαίρουϲ ἢ καλὰϲ καὶ κριϲίμουϲ ἀποϲτάϲιαϲ ϲκοπεῖϲθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τιϲ εἴη· “ὅϲα διὰ κινδύνων προέρχεται πάθη, ϲκεπτέον ἐπ’ αὐτῶν ἐϲτι τοὺϲ πεπαϲμούϲ”· ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’ ἑαυτὴν ἀναγινώϲκειν τὴν προκειμένην ῥῆϲιν, ἵν’ ὁ λόγοϲ ᾖ περὶ πάντων ἁπλῶϲ νοϲημάτων αὐτῷ καθόλου λεγόμενοϲ ὡϲ αὐτῶν μηδέποτε τελευτώντων χωρὶϲ πεπαϲμοῦ. πέψιϲ γάρ τίϲ ἐϲτι τῶν παρὰ φύϲιν ὁ πεπαϲμὸϲ τοῦ νοϲήματοϲ, αὕτη δὲ ἡ πέψιϲ εἰϲ τὴν τοῦ πέττοντοϲ οὐϲίαν ἀγωγή τίϲ ἐϲτι τοῦ πεττομένου. κατὰ φύϲιν μὲν οὖν ἔχοντοϲ τοῦ ϲώματοϲ, ὅταν καὶ τὸ πεττόμενον οἰκείαν ἔχῃ φύϲιν τῷ πέττοντι, μεταβολὴ καὶ ἀλλοίωϲιϲ ἁπάϲηϲ τῆϲ πεττομένηϲ οὐϲίαϲ ἢ τοῦ πλείϲτου μέρουϲ αὐτῆϲ γίνεται, βραχυτάτου περιττεύοντοϲ ἡμῖν ἡμιπέπτου. παρὰ φύϲιν δὲ διακειμέ- νων τῶν ϲωμάτων, ὅπερ ἐϲτὶν ἀλλοτρίων ὑπαρχόντων τῇ τοῦ μετα- βάλλοντόϲ τε καὶ ἀλλοιοῦντοϲ φύϲει, τὸ μὲν ἐξομοιούμενον ὀλίγον γίνεται, τὸ δ’ ἡμίπεπτον περίττωμα πολύ. καθάπερ δ’ ἐπὶ τῶν κατὰ φύϲιν ἐχόντων ϲωμάτων τὰ περιττώματα τὴν πέψιν ἐνδείκνυται, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοϲούντων ϲωμάτων ἐνδείξεται. τῶν μὲν οὖν κατὰ τὴν γαϲτέρα τὰ περιττώματα κάτω διαχωρού- μενα τὴν ἀπεψίαν τε καὶ πέψιν ἐκ τῆϲ ἑαυτῶν ἰδέαϲ ἐνδείκνυται, τῶν δὲ κατὰ θώρακα καὶ πνεύμονα τὰ μετὰ βηχὸϲ ἀναγόμενα, τῶν δὲ κατὰ τὸν ἐγκέφαλον τὰ διὰ τῆϲ ῥινὸϲ ἐκκρινόμενα, τῶν δὲ κατὰ τὰϲ φλέβαϲ τὰ μετὰ τῶν οὔρων ἀπερχόμενα. δέδεικται δὲ περὶ τούτων ἔν τε τοῖϲ Περὶ φυϲικῶν δυνάμεων ὑπομνήμαϲι καὶ ἐν τοῖϲ Περὶ κρί- ϲεων λόγοιϲ, οὐχ ἥκιϲτα δὲ κἀν τοῖϲ Περὶ τῶν ἐν ταῖϲ νόϲοιϲ και- ρῶν, ἐν οἷϲ γέγραπται τῶν πεττομένων νοϲημάτων τὰ γνωρίϲματα. καὶ νῦν οὖν ὁ Ἱπποκράτηϲ αὐτὸ τοῦτό γε κελεύει πράττειν, ἐπιϲκοποῦνταϲ τοὺϲ πεπαϲμοὺϲ τῶν νοϲημάτων ἐκ τῶν ἐκκρινομένων περιττωμάτων. ἔνιοι δὲ κατὰ τὸ πέραϲ τῆϲ ῥήϲεωϲ ἀντὶ τοῦ ϲκοπεῖϲθαι γράφουϲι “ποιέεϲθαι”, πρακτικόν τινα καὶ θεραπευτικὸν καὶ ϲυμβουλευτικὸν εἶναι βουλόμενοι τὸν λόγον, οὐ διαγνωϲτικόν. εἰ μὲν γὰρ ϲκοπεῖϲθαι τοὺϲ πεπαϲμοὺϲ κελεύει, διαγνωϲτικόϲ τε καὶ προγνωϲτικὸϲ ὁ λόγοϲ ἐϲτίν· εἰ δ’ αὖ “ποιεῖ- ϲθαι”, θεραπευτικόϲ ἐϲτιν. εὔδηλον δ’ ὅτι πεπαϲμοὺϲ ἐργάζεται τὰ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download