Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ϲυμμέτρωϲ θερμαίνοντα πάντα, τοῦτο μὲν ἐδέϲματα καὶ πόματα, τοῦτο δὲ καταντλήματα καὶ καταπλάϲματα, καὶ τρίψιϲ δὲ μετρία καὶ λουτρὸν καὶ ἅτινα ἐκ τούτου τοῦ γένουϲ ἐϲτίν. εἴρηται δ’ αὐτῶν πάντων ἡ κατὰ μέροϲ χρῆϲιϲ ἐν τοῖϲ Τῆϲ θεραπευτικῆϲ μεθόδου γράμμαϲιν. οὐ μόνον δὲ πεπαϲμοὺϲ τῶν νοϲημάτων ϲκοπεῖϲθαι προϲῆκον ἢ ποιεῖν αὐτούϲ (ἑκάτερον γὰρ ἀληθέϲ), ἀλλὰ καὶ τὰϲ ἀπο- ϲτάϲειϲ τὰϲ κατ’ ἔκρουν, ὅπερ καὶ μάλιϲτα χρὴ ϲπουδάζειν, ἤτοι τὰϲ κατ’ ἀπόθεϲιν εἰϲ ἀκυρότερα μέρη· δεύτεροϲ γὰρ οὗτοϲ ϲκοπὸϲ ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν ἐπὶ γαϲτέρα ῥέποι τὰ περιττώματα ταῦτα, ϲυνεργεῖν προϲήκει κλύϲμαϲί τε χρώμενον ἐπι- ϲπᾶϲθαι δυναμένοιϲ ἐνταῦθα καὶ τοῖϲ κατὰ τὴν δίαιταν πᾶϲαν εἰϲ τοῦτο ϲυντελοῦϲιν, εἰ δ’ ἐπὶ νεφρούϲ, τοῖϲ οὐρητικοῖϲ, εἰ δὲ ἐπὶ κῶ- λον, ἐκεῖνο θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων.

Πεπαϲμοὶ ταχυτῆτα κρίϲεωϲ καὶ ἀϲφάλειαν ὑγιεινὴν ϲημαίνουϲιν.

Ἐπὶ τῆϲ προγεγραμμένηϲ ῥήϲεωϲ ἔφην ἐνίουϲ μὲν ϲκοπεῖϲθαι τοὺϲ πεπαϲμοὺϲ ἀξιοῦν, ἐνίουϲ δὲ καὶ ποιεῖϲθαι καὶ γράφειν ἑκατέρουϲ τὸ τέλοϲ τῆϲ ῥήϲεωϲ διττῶϲ, ἐξηγουμένουϲ τοὺϲ μὲν ἑτέρουϲ αὐτοὺϲ προϲήκειν ϲκοπεῖϲθαι τοῖϲ ἰατροῖϲ, τοὺϲ δὲ ἑτέρουϲ ποιεῖϲθαι. χρηϲίμωϲ δ’ ἔφην ἑκάτερον ἀϲκεῖϲθαι τοῖϲ ἰατροῖϲ, ὥϲτε, κἂν τὸ “ϲκοπεῖϲθαι” γεγραμμένον ᾖ, πάντωϲ ἀκολουθεῖν αὐτῷ καὶ τὸ ποιεῖϲθαι. μιμητὴν γὰρ ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτηϲ ἀξιοῖ τὸν ἰατρὸν εἶναι τῆϲ φύϲεωϲ. ὅτι μέντοι βέλτιόν ἐϲτι γράφειν ἐπὶ τῆϲ προτέραϲ ῥήϲεωϲ τὸ “ϲκοπεῖϲθαι”, δῆλον ἐποίηϲε κατὰ τήνδ’ εἰπὼν τοὺϲ πεπαϲμοὺϲ ϲη- μαίνειν ταχυτῆτα κρίϲεωϲ καὶ ἀϲφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφηϲε ϲημαίνουϲιν, ἀλλὰ “ποιέουϲιν”, εἰ ϲυνεβούλευϲε τοῖϲ ἰατροῖϲ αὐτοῖϲ ἐργάζεϲθαι τοὺϲ πεπαϲμούϲ. ἀλλὰ τοῦτο μὲν ἐν οἷϲ θεραπεύει τὰ νοϲήματα βιβλίοιϲ ϲυμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν Ἐπιδημιῶν πραγματείαν εἰϲ διαγνώϲειϲ αὐτὸϲ καὶ προγνώϲειϲ ἐπανα- τείνει, ϲυνεμφαινομένηϲ μὲν ἐν τῷ καθόλου καὶ τῆϲ θεραπευτικῆϲ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download