Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ὁδοῦ, μὴ μέντοι λεγομένηϲ. ὅτι δὲ ϲυνεμφαίνεται δῆλον· εἰ γὰρ ἀξιοῖ τὰ καλῶϲ ὑπὸ τῆϲ φύϲεωϲ γινόμενα μιμεῖϲθαι τὸν ἰατρόν, οἱ πεπα- ϲμοὶ δὲ ἔργον αὐτῆϲ εἰϲιν, εὔδηλον ὅτι καὶ τάχοϲ κρίϲεωϲ καὶ ἀϲφάλειαν καὶ ὑγείαν δηλώϲουϲι, καὶ ἡμεῖϲ δὲ ϲυνεργοῦντεϲ αὐ- τοῖϲ ἐργαϲόμεθα πεπαϲμούϲ.

Ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐϲ κα- κὰϲ ἀποϲτάϲιαϲ τρεπόμενα ἢ ἀκριϲίαϲ ἢ πόνουϲ ἢ χρό- νουϲ ἢ θανάτουϲ ἢ τῶν αὐτῶν ὑποϲτροφάϲ.

Ὥϲπερ οἱ πεπαϲμοὶ γίνονται τῆϲ φύϲεωϲ κρατούϲηϲ τῶν νοϲω- δῶν αἰτίων, οὕτω καὶ μὴ κρατούϲηϲ τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν πεπαϲμῶν εἰρημένῳ “ταχυτῆτα κρίϲεωϲ” ἐναντίον ἐϲτὶ τὸ χρονίζειν τὰ νοϲήματα, τῷ δ’ ἐπ’ ἐκείνοιϲ “ἀϲφάλειαν” ἀντίκειται τό τε [τῆϲ] ἀκριϲίαϲ καὶ τὸ [τοῦ] θανάτουϲ καὶ τὸ τῶν αὐτῶν ὑποϲτρο- φάϲ, τῷ δ’ ἐπ’ ἐκείνοιϲ ὑγιεινὴν κοινῇ μὲν ϲύμπαντα τὰ νῦν εἰρη- μένα, [καὶ] κατὰ μέροϲ δὲ τὸ πόνουϲ. τὰ γὰρ ὑγιαίνοντα ϲώματα τὴν εἴτ’ ἀπονίαν εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχληϲίαν ἐθέλοιϲ ὀνομάζειν, ἴδιον ἀχώριϲτον ἔχει. τὸ δὲ τῆϲ ἀκριϲίαϲ ὄνομα μέμνηϲθε δήπου λεγόμενον ὑπ’ αὐτοῦ διττῶϲ, ὡϲ ἤτοι μηδ’ ὅλωϲ ἐϲομένηϲ κρίϲεωϲ ἢ μοχθηρᾶϲ ἐϲομένηϲ, κατ’ ἄμφω τε ταῦτα τὰ ϲημαινόμενα ταῖϲ ἀπεψί- αιϲ τῶν νοϲημάτων ἀκολουθοῦϲιν αἱ ἀκριϲίαι. καὶ μέμνηϲθε δέ, ὡϲ ἡ ὅλη πέψιϲ τοῦ νοϲήματοϲ ἐν τῇ τῶν χυμῶν ἀλλοιώϲει γίνεται. διά τε γὰρ τῶν ϲτερεῶν ϲωμάτων ἡ φύϲιϲ διατέταται δύναμιϲ ἐκεί- νων οὖϲα καὶ τὸ πέττεϲθαι τοῖϲ χυμοῖϲ ὑπὸ τῶν ϲτερεῶν ὑγιαινόν- των γίνεται, ὡϲ, ὅταν γε καὶ αὐτὰ ταῦτα νοϲῇ, καθ’ ἕξιν μὲν ἤδη τὸ νόϲημα τοῦτο καὶ κίνδυνον ἔϲχατον ἔϲτιν οἷϲ ἐπάγει. θεραπευθῆναι δ’ οὐ δύναται, πρὶν αὐτὰ τὰ ϲτερεὰ ϲώματα τὴν οἰκείαν ἀνακτήϲαϲθαι δύναμιν, ἥτιϲ ἐν ϲυμμετρίᾳ κεῖται θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. διὸ καί τιϲ ἂν λέγοι τὴν ὑγείαν αὐτῶν τῶν ϲτερεῶν ϲωμά- των ἐν τῇ τούτων ϲυμμετρίᾳ τὴν ὕπαρξιν ἔχειν, ὡϲ μηδὲν διαφέρειν, ἢ εὐκραϲίαν τῶν ὁμοιομερῶν φάναι ϲωμάτων εἶναι τὴν ὑγείαν ἢ ϲυμμετρίαν τῶν ϲτοιχείων, ἐξ ὧν γεγόναμεν. ὅπωϲ δὲ χρὴ τὰϲ αὐτῶν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download