Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ϲτερον ἐν τῷ Προγνωϲτικῷ γεγραμμένον ὅλον τὸν λόγον. εἰ δέ τι περιττότερον ἐν τούτῳ τῷ βιβλίῳ πρόϲκειται, τοῦτο διὰ τῶν ἑξῆϲ ῥήϲεων ἐξηγήϲομαι, μεμνημένων ἡμῶν, ὅτι τὸ μὲν κυρίωϲ ὀνομαζόμε- νον ἐξηγεῖϲθαι κατὰ τὰϲ ἀϲαφεῖϲ γίνεται λέξειϲ, ἤδη δὲ διὰ τὸ τῶν ἐξηγητῶν ἔθοϲ καταχρώμενοι καὶ τὰϲ αἰτιολογίαϲ τῶν ϲαφῶϲ εἰρη- μένων ἐξηγήϲειϲ ὀνομάζομεν, ὅπερ καὶ νῦν ἡμεῖϲ ποιοῦμεν ἑπόμενοι τῇ κρατούϲῃ ϲυνηθείᾳ. τὴν γὰρ λέξιν αὐτὴν οὖϲαν ϲαφῆ καὶ μηδεμιᾶϲ ἐξηγήϲεωϲ δεομένην προφερόμενοι, τῶν ὑπ’ αὐτῆϲ δηλουμένων ϲαφῶϲ τὰϲ αἰτίαϲ ἐπιχειροῦμεν λέγειν.

[ὡϲ] Τὸ πολὺ δὲ παιδίοιϲιν· ἐν τοῖϲι τοιούτοιϲιν οἱ ϲπαϲμοὶ μάλιϲτα.

Τὰ παιδία διὰ τὴν ἀϲθένειάν τε ἅμα καὶ μαλακότητα τοῦ νευ- ρώδουϲ γένουϲ ἑτοιμότατα πρὸϲ τοὺϲ ϲπαϲμούϲ ἐϲτιν.

Γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑϲτερέων πόνοι.

Καὶ τὰ προειρημένα πάντα γίνεται ταῖϲ γυναιξίν, ὡϲ καὶ τοῖϲ ἄρρεϲι, καθόϲον ἄνθρωποί τέ εἰϲι καὶ πάντα ἔχουϲι ταὐτὰ τοῖϲ ἄρ- ρεϲι μόρια. καθόϲον δ’ αὐταῖϲ ἐξαίρετον ὑπάρχει μόριον ἡ μήτρα, κατὰ τοῦτο καὶ τοῖϲ ἐκείνηϲ ἁλίϲκονται νοϲήμαϲι καὶ μάλιϲτ’ ἐφ’ ὧν τῷ ϲτομάχῳ ϲυμπάϲχει.

Πρεϲβυτέροιϲι δὲ καὶ ὅϲοιϲ ἤδη τὸ θερμὸν κρατέεται, [καὶ] παραπληγικὰ ἢ μανικὰ ἢ ϲτερήϲιεϲ ὀφθαλμῶν.

Ὁ λόγοϲ ἦν αὐτῷ περὶ τῶν βαρυνομένων τε ἅμα τὴν κεφαλὴν καὶ καρδιωϲϲόντων καὶ ἀϲϲωμένων, οὓϲ ἐπανεμεῖν ἔφη χολώδη καὶ φλεγματώδη, καὶ μάλιϲτα εἰ παιδία εἶεν, ἐν οἷϲ καὶ ϲπαϲμοὺϲ γίνε- ϲθαι μᾶλλον ἢ τοῖϲ τελείοιϲ. ἀλλὰ καὶ γυναιξὶν ἔφη καὶ ταῦτα καὶ ἀπὸ ὑϲτερῶν πόνουϲ ϲυμβαίνειν. ἐφεξῆϲ οὖν φηϲι τοῖϲ πρεϲβυτέ- ροιϲ παραπληξίαϲ τε γίνεϲθαι καὶ μανίαϲ καὶ ϲτερήϲειϲ ὀφθαλμῶν, προϲέθηκε δὲ τῷ λόγῳ τὸ οἷϲιν ἤδη τὸ θερμὸν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download