Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

κρίϲιν, ἐνίοτε δὲ εἰϲ μῆκοϲ ἐκταθήϲεϲθαι τὸ νόϲημα. καὶ ὅταν γε ϲφο- δρῶϲ κινῆται, τῆϲ τετάρτηϲ μοχθηρὸν παροξυϲμὸν ἐχούϲηϲ, ἀπο- θνῄϲκουϲιν ἑκταῖοι, καθάπερ καὶ οὗτοι περὶ ὧν ὁ λόγοϲ ἐϲτίν. τεταρταίοιϲ οὖν αὐτοῖϲ φηϲι τούϲ τε πόνουϲ μεγίϲτουϲ γενέ- ϲθαι, τουτέϲτιν ἅπαντα τὰ ὀδυνώδη ϲυμπτώματα, καὶ ἱδρῶταϲ ὑπο- ψύχρουϲ ἐπὶ πλεῖϲτον. τούτοιϲ μὲν οὖν καὶ ὅτι καὶ ἡ ἕκτη τὸν θάνατον οἴϲει μεθ’ ἱδρώτων πρόδηλον. τὸ δὲ καὶ τὰ ἄκρα πε- λιδνὰ γενέϲθαι καὶ μηκέτ’ ἀναθερμαινόμενα νεκρώϲεώϲ τε ϲη- μεῖόν ἐϲτι καὶ βέβαιον γνώριϲμα τοῦ μὴ δύναϲθαι τῆϲ ἕκτηϲ ἡμέραϲ ἐξωτέρω τὴν δύναμιν ἐξαρκέϲαι. ἐκ περιουϲίαϲ δέ τι καὶ ἄλλο ϲημεῖον αὐτοῖϲ ὀλέθριον προϲεγένετο, τὸ μηκέτι διψῆν, καίτοι πρότερον ἐκαυϲοῦντο. δυοῖν δὲ δήπου τούτοιν ἀναγκαῖόν ἐϲτι τὸ ἕτερον εἶναι· τὸ τοὺϲ διακαιομένουϲ ἔμπροϲθεν ὑπὸ δίψηϲ ὕϲτερον ἀδίψουϲ γενέ- ϲθαι ἤτοι λύϲιν τοῦ νοϲήματοϲ ἢ νέκρωϲιν τῆϲ δυνάμεωϲ, ὡϲ μηκέτ’ αἰϲθάνεϲθαι τῶν παρόντων κακῶν. ἀλλ’ οὐκ ἐγένετο τούτοιϲ λύϲιϲ, ὡϲ ὀλεθρίων ὄντων τῶν ϲυμπτωμάτων, ὥϲτ’ ἀναιϲθηϲίαϲ ἦν ϲημεῖον αὐτοῖϲ τὸ μὴ διψῆν. ταῦτα μὲν οὖν ἅπαντα τὰ εἰρημένα ϲυμπτώ- ματα κακοήθη τε [πάντα] ἐϲτὶ δεινῶϲ καὶ ὀλέθρια, ϲὺν αὐτοῖϲ δ’ οὐχ ἥκιϲτα καὶ τὰ οὖρα μέλανά τε καὶ [λεπτὰ] ὀλίγα γενόμενα, μέ- λανα μέν, ὡϲ ἂν ἤδη κατωπτημένου τοῦ χολώδουϲ χυμοῦ, ὀλίγα δὲ διὰ τὸ ἐκπεφρύχθαι τὴν ἰκμάδα πᾶϲαν [ἐκ] τοῦ αἵματοϲ ὑπὸ [τε] τοῦ καυϲώδουϲ πυρετοῦ κἀκ [τοῦ] τῶν οὐρητικῶν ὀργάνων ἤδη νενεκρω- μένων, διὰ δὲ τὰϲ αὐτὰϲ αἰτίαϲ καὶ κοιλίαι ἐφίϲταντο. καὶ μὲν δὴ καὶ τὰϲ ἐκ ῥινῶν ϲτάξειϲ, ὀλέθριον οὔϲαϲ ϲημεῖον καὶ ἄλλωϲ μέν, ἐν καύϲοιϲ δὲ μάλιϲτα, γενέϲθαι φηϲὶν αὐτοῖϲ. ὅτι δ’ ὀλεθριώτατον τοῦτο τοῖϲ καύϲοιϲ δῆλον, εἴ γε μάλιϲτα οἰκεῖόν ἐϲτι καὶ ϲωτήριον αὐτοῖϲ τὸ ϲφοδρῶϲ αἱμορραγῆϲαι.

Τοῖϲι δὲ φρενιτικοῖϲι [οἷϲιν οὐ] ϲυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα ἅπαντα, ἔκρινε δὲ τούτοιϲιν ὡϲ τὸ πολὺ ἑνδεκαταίοιϲιν, ἔϲτι δ’ οἷϲιν εἰκοϲταίοιϲιν.

Τοῖϲ ἄνευ τοῦ καυϲωθῆναι φρενιτικοῖϲ γενομένοιϲ τὰ εἰρη- μένα ϲυμπτώματα ϲυνέπεϲεν ἅπαντα, τοῖϲ δὲ μετὰ τοῦ καυϲω-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download