Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

θῆναι περὶ τὴν ἕκτην ἡμέραν ὁ θάνατοϲ ἐγένετο, διπλαϲιαϲθέντοϲ αὐτοῖϲ τοῦ κακοῦ. ὅϲοιϲ δ’ ἄνευ τοῦ καυϲωθῆναι φρενῖτιϲ ἐγένετο, περὶ [δὲ] τὴν ἑνδεκάτην ἡμέραν ἀκολουθῆϲαί φηϲι τὴν κρίϲιν, ἐνί- οιϲ δὲ κατὰ τὴν εἰκοϲτήν.

Οἷϲιν εὐθὺϲ οὐκ ἐξ ἀρχῆϲ ἡ φρε- νῖτιϲ ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέραν, ἀλλὰ με- τρίωϲ ἔχουϲιν ἐν τῷ πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην εἰϲ ὀξύτητα τὸ νόϲημα μετέπεϲεν.

Οἷϲ μὲν περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἡ φρενῖ- τιϲ ἤρξατο, διεκόπη δὲ μεταξύ, κρίϲεωϲ ἡμιρρόπου γενομένηϲ, κατὰ τὰϲ προτέραϲ ἡμέραϲ ἐπιρριγοῦϲι, τούτοιϲ εἰϲ τὴν εἰκοϲτὴν ἐξετάθη. τὸ δὲ ϲφοδρῶϲ ὀξὺ τῆϲ φρενίτιδοϲ οὐκ ἔϲχον οἱ νοϲοῦντεϲ. ἐθεαϲά- μεθα γοῦν πολλάκιϲ ἤδη καὶ τοιαύταϲ φρενίτιδαϲ.

Πλῆθοϲ μὲν οὖν τῶν νοϲημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνῃϲκον μάλιϲτα μει- ράκια, νέοι, ἀκμάζοντεϲ, λεῖοι, ὑπολευκόχρωτεϲ, ἰθύτρι- χεϲ, μελανότριχεϲ, μελανόφθαλμοι, οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότεϲ, ἰϲχνόφωνοι, τρηχύφωνοι, τραυ- λοί, ὀργίλοι. καὶ γυναῖκεϲ πλεῖϲται ἐκ τούτου τοῦ εἴδεοϲ ἀπέθνῃϲκον.

Ὥϲπερ ἔμπροϲθεν ἔφην αὐτὰ μὲν τὰ γενόμενα ϲαφῶϲ αὐτὸν διη- γεῖϲθαι, προϲτίθεϲθαι δ’ ὑφ’ ἡμῶν τὰϲ αἰτίαϲ, οὕτω νῦν φημι καὶ αὐτὴν τὴν τοῦ λόγου διάνοιαν οὐκ εἶναι ϲαφῆ. πότερον γὰρ ἐπὶ φρενιτίδων μόνων αὐτὸν ἀκούειν χρὴ τῶν εἰρημένων ἢ ἐπὶ πάντων τῶν νοϲη- μάτων ὧν προείρηκεν ἄδηλον. καὶ γὰρ οὖν αὐτὴν τὴν ἀρχὴν τοῦ προ- κειμένου λόγου διαφερόντωϲ γράφουϲιν· ἔνιοι μὲν ὡδί πωϲ· πλῆ- θοϲ δὲ τῶν νοϲημάτων ἐγένετο, περὶ τῶν φρενιτικῶν αὐτῶν μόνων, οἷϲ ἐπενήνεκται ταῦτα, βουλόμενοι τὸν λόγον εἶναι. τινὲϲ δὲ ὡδί· πλῆθοϲ μὲν οὖν ἐγένετο τῶν νοϲημάτων, περὶ πάντων αὖ πάλιν οὗτοι τῶν εἰρημένων ἀξιοῦντεϲ εἶναι τὸν λόγον. εἰ μὲν ἐπὶ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download