Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

πάντων ἀκούοιμεν ἄνευ τοῦ διορίϲαϲθαι, κατὰ τίνα μὲν τά τε μει- ράκια καὶ οἱ νέοι καὶ ἀκμάζοντεϲ ἀπόλλυνται, κατὰ τίνα δ’ οἱ λεῖοι καὶ ὑπολευκόχρωτεϲ, κατὰ τίνα δ’ οἱ ἰθύτριχεϲ καὶ μελανότριχεϲ καὶ μελανόφθαλμοι, κατὰ τίνα δ’ οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότεϲ, ἢ πάλιν ἐν τίϲι μὲν οἱ ἰϲχνό- φωνοι καὶ τρηχύφωνοι, ἐν τίϲι δ’ οἱ τραυλοί, ὥϲπερ καὶ ὀργίλοι μὲν ἐν τίϲι, γυναῖκεϲ δ’ ἐν τίϲιν, εἰ μὴ πάντα ταῦτα διο- ριϲθείη, πλέον οὐδὲν ἡμῖν οὔτ’ εἰϲ πρόγνωϲιν οὔτ’ εἰϲ θεραπείαν ἐκ τῶν εἰρημένων ὑπάρξει. εἰ δὲ μὴ περὶ πάντων τῶν νοϲημάτων, ἀλλὰ περὶ ὧν τὸν λόγον ἐποιεῖτο μόνων τῶν φρενιτικῶν ἀκούοιμεν εἰρῆ- ϲθαι ταῦτα, χαλεπώτατόν ἐϲτι καὶ οὕτωϲ εὑρεῖν τὰϲ αἰτίαϲ, δι’ ἃϲ ἀπώλλυντο οἱ πλεῖϲτοι τῶν εἰρημένων. καὶ μέντοι καὶ αὐτὸ τὸ τοὺϲ πλείϲτουϲ ἀπόλλυϲθαι διττὸν εἶναι δοκεῖ, τὸ μὲν ἕτερον, ἐπειδὴ πολλοὶ τῶν τοιούτων ἑάλωϲαν τῷ φρενιτικῷ νοϲήματι θανατώδη ϲχόντι τὴν τότε ἐπιδημίαν, διὰ τοῦτο εἰρῆϲθαι πολλοὺϲ αὐτῶν διαφθαρῆναι, τὸ δ’ ἕτερον, ἐπεὶ τῶν ἁλόντων τῇ φρενίτιδι τοὺϲ πλείϲτουϲ ἀπολω- λόταϲ ἠκούϲαμεν· ὥϲτε καὶ τὴν αἰτιολογίαν γίνεϲθαι διττήν, ὡϲ τὸ μὲν πάνταϲ, οὓϲ εἶπεν ἐπιτηδείουϲ, ἁλῶναι τῷ φρενιτικῷ πάθει κατὰ τὴν προκειμένην κατάϲταϲιν ἐπιδεικνύντων ἡμῶν, τὸ δὲ τῶν φρενι- τιϲάντων τοὺϲ τοιούτουϲ μάλιϲτα ἀποθανεῖν. ἡ μὲν οὖν ἀϲάφεια τοῦ λόγου τοιαύτη ἐϲτὶ καὶ τοιαύτη, προηγεῖϲθαι δ’ αὐτῆϲ τῆϲ ἐξηγήϲεωϲ δεῖ τὸ εὑρεῖν τὴν κρᾶϲιν ἑκάϲτου τῶν εἰρημένων. οὐ γὰρ οἷόν τε ϲυνῆφθαι τῇ καταϲτάϲει τὸν λόγον ἄνευ τούτου. φαίνεται δ’ ἐν οἷϲ εἶπεν ὁ Ἱπποκράτηϲ ἡλικιῶν μὲν θερμοτάτων μνημονεύων, (μει- ράκια γάρ, φηϲί, καὶ νέοι καὶ ἀκμάζοντεϲ,) φύϲεων δὲ δυϲδια- πνεύϲτων· καὶ γὰρ οἱ λεῖοι καὶ οἱ ὑπολευκόχρωτεϲ, οἱ ἰθύ- τριχέϲ τε καὶ οἱ μελανότριχεϲ καὶ οἱ μελανόφθαλμοι καὶ οἱ εἰκῇ [καὶ ἡϲυχῇ] καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότεϲ ἐδείχθηϲαν ἡμῖν ἐν ἄλλοιϲ τέ τιϲιν ὑπομνήμαϲι καὶ ἐν τοῖϲ Περὶ κράϲεων ἧττον

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download