Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τοῦ ῥίγουϲ καὶ τῶν ἱδρώτων καὶ βηχὸϲ καὶ πταρμοῦ καὶ λυγμοῦ, ἐν δὲ ταῖϲ ἄλλαιϲ πραγματείαιϲ, ἃϲ ἐποιηϲάμεθα, καὶ περὶ τούτων εἴπομεν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὅϲα χρήϲιμα πρόϲ τε τὰϲ διαγνώϲειϲ καὶ προγνώϲειϲ ἐϲτίν. ἐφεξῆϲ δὲ πάλιν ψύξεωϲ αὐτοῦ μνημονεύϲαντοϲ ἐπιϲκεπτέον, ἆρά γε τοῦ παντὸϲ ϲώ- ματοϲ ψῦξιν, ὡϲ διακαίεϲθαι τὸ βάθοϲ, ἢ τῶν ἀκρωτηρίων ἀκούειν προϲήκει μόνων ἢ περὶ πάντων τούτων λέγειν αὐτὸν ἄμεινόν ἐϲτιν ὑπολαβεῖν. ἄλλο μὲν γάρ τι ϲημαίνει ψῦξιϲ ἐν ἀρχῇ παροξυ- ϲμοῦ, ἄλλο δ’ ἐν παρακμῇ γινομένη· καθάπερ γε καί, εἰ διὰ παντὸϲ τοῦ παροξυϲμοῦ παραμένοι καὶ αὐτή, ϲημεῖόν ἐϲτιν οὐκ ἀγαθόν, ὥϲ- περ γε καὶ εἰ τοιαύτηϲ οὔϲηϲ αὐτῆϲ ἀεὶ διακαίοιτο τὸ βάθοϲ· ὑπὲρ ὧν ἁπάντων ἐν οἷϲ τ’ ἐξηγηϲάμεθα καὶ κατὰ τὴν Περὶ κρίϲεων πραγματείαν εἴρηται. πνεύματα δ’ ὅταν εἴπῃ, τὰϲ περὶ τῆϲ ἀνα- πνοῆϲ διαφορὰϲ ἀκουϲτέον. ἐπειδὴ δὲ τῶν φυϲῶν ἐφεξῆϲ ἐμνημό- νευϲε, καὶ αὗται τοῦ γένουϲ εἰϲὶ τῶν πνευμάτων. εἴρηται δ’ ἐν τοῖϲ Εἰϲ τὸ προγνωϲτικὸν καὶ τῇ Περὶ δυϲπνοίαϲ πραγματείᾳ καὶ [τῇ] περὶ τῆϲ τῶν κατ’ ἀναπνοὴν πνευμάτων διαφορᾶϲ, ὥϲπερ γε καὶ περὶ τῶν φυϲῶν ἐν τοῖϲ Εἰϲ τὸ προγνωϲτικόν. καὶ ἐρυ- γαὶ δὲ τοῦ γένουϲ μέν εἰϲι τῶν πνευμάτων καὶ κατὰ τοῦτο κοι- νωνοῦϲί πωϲ τοῖϲ κατὰ τὴν ἀναπνοήν, ἐν εἴδει δὲ τῶν φυϲωδῶν πνευμάτων ὑπάρχουϲαι πάλιν κατὰ τοῦτο [οὐ] κοινωνοῦϲι ταῖϲ φύϲαιϲ, ὥϲτε καὶ αὗται δηλοῦϲι φυϲῶδεϲ ἐν τῇ κοιλίᾳ τῇ ἄνω γεννᾶϲθαι πνεῦμα.

καὶ τὸ κατὰ τὴν τελευτὴν δὲ τῆϲ ῥήϲεωϲ εἰρημένον εὔδηλον. αἱμορραγίαι τε γὰρ καὶ αἱμορροίδεϲ ὅπωϲ αἱ μὲν ἐπ’ ὠφελείᾳ γίνεϲθαι πεφύκαϲιν, αἱ δ’ ἐπὶ βλάβῃ μεμαθήκαμεν.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download