Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Πυρετοὶ οἱ μὲν ϲυνεχέεϲ, οἱ δὲ ἡμέρην ἔχουϲι, νύκτα διαλείπουϲι, νύκτα ἔχουϲιν, ἡμέρην διαλείπουϲιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι καὶ ἐναταῖοι.

Καὶ τῷ τοῦ ϲυνεχοῦϲ ὀνόματι καὶ τῷ τοῦ διαλείποντοϲ οἱ παλαιοὶ διττῶϲ φαίνονται χρώμενοι. ϲυνεχεῖϲ γοῦν ὀνομάζουϲι πυρετοὺϲ ἐνίοτε μὲν ἅπανταϲ, ὅϲοι μὴ λήγουϲιν εἰϲ ἀπυρεξίαν, ἐνίοτε δ’ οὐχ ἅπανταϲ τοὺϲ μὴ λήγονταϲ εἰϲ ἀπυρεξίαν, ἀλλ’ ἐκείνουϲ μόνουϲ ἐξαιρέτωϲ, ὅϲοι μηδεμίαν ἴϲχουϲι μεταβολὴν ἄχρι κρίϲεωϲ. οὕτω δὲ καὶ διαλείπονταϲ ἐνίοτε μὲν ἐκείνουϲ μόνουϲ ὀνομάζουϲι τοὺϲ εἰϲ ἀπυρεξίαν παυομένουϲ, ἐνίοτε δὲ τοὺϲ μὴ παυομένουϲ μὲν εἰϲ ἀπυρεξίαν, ἀξιολόγουϲ δὲ μεταβολὰϲ ποιουμένουϲ τῶν κατὰ μέροϲ παροξυϲμῶν εἰϲ ἀρχήν τε καὶ ἀνάβαϲιν, ἀκμήν τε καὶ παρακμήν, ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν τοὺϲ μηδεμίαν ἀξιόλογον ἴϲχονταϲ μεταβο- λὴν οὐ ϲυνεχεῖϲ, ἀλλὰ ϲυνόχουϲ ὀνομάζουϲι, ϲυνεχεῖϲ δὲ μόνουϲ ἐκείνουϲ, ὅϲοι μήτ’ εἰϲ ἀπυρεξίαν λήγουϲι καὶ διαλείπουϲι τοῖϲ κατὰ μέροϲ παροξυϲμοῖϲ. τούτουϲ δ’ οἱ παλαιοὶ ποτὲ μὲν ϲυνεχεῖϲ ὀνομάζουϲι, ποτὲ δὲ διαλείπονταϲ. εἰϲὶ γὰρ ὄντωϲ ἐν τῷ μέϲῳ τῶν ϲυνεχῶν καὶ τῶν εἰϲ ἀπυρεξίαν παυομένων. εἰκότωϲ οὖν, ὅταν μὲν τοῖϲ ϲυνεχέϲι παραβάλλωνται, διαλείποντεϲ καλοῦνται, ὅταν δὲ τοῖϲ εἰϲ ἀπυρεξίαν λήγουϲι, ϲυνεχεῖϲ. ἐν δὲ τῇ προκειμένῃ ῥήϲει πυρετῶν διαφορὰϲ γράφων ὁ Ἱπποκράτηϲ ἐνίουϲ μὲν αὐτῶν φηϲιν εἶναι ϲυνεχεῖϲ, (εἰϲὶ γὰρ ὄντωϲ πολλοὶ ϲυνεχεῖϲ κατ’ ἀμ- φότερα τὰ ϲημαινόμενα πρὸϲ τοῦ ϲυνεχεῖϲ,) ἐνίουϲ δ’ ἤτοι τὴν νύκτα διαλιπεῖν ἢ τὴν ἡμέραν, ὧν τοὺϲ μὲν εἰϲ ἀπυρε- ξίαν μὴ λήγονταϲ ἔνιοι τῶν νεωτέρων ἰατρῶν μεθημερινοὺϲ ἢ καθη- μερινοὺϲ ὀνομάζουϲι, τούϲ τε λήγονταϲ ἀμφημερινούϲ, τῆϲ τοιαύτηϲ λεπτολογίαϲ τῶν ὀνομάτων οὐκ οὔϲηϲ παρὰ τοῖϲ παλαιοτέροιϲ. τοῦ τοιγαροῦν διαλείπειν διχῶϲ νοουμένου τε καὶ λεγομένου, κα- θότι προείρηται, τοὺϲ καθ’ ἑκάϲτην ἡμέραν ἢ νύκτα παροξυνομένουϲ διαλείπονταϲ ἐροῦμεν, ἐάν τ’ εἰϲ ἀπυρεξίαν, ἐάν τ’ εἰϲ τὴν καλου- μένην ἔνδοϲιν ἥκωϲιν. εἶθ’ ἑξῆϲ καταλέγει διαφορὰϲ πυρετῶν ἑτέραϲ τῶν προειρημένων, ἡμιτριταίων, τριταίων, τεταρταίων, πεμπταίων, ἑβδομαίων καὶ ἐναταίων μνημονεύων. τριταῖοι

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download