Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

δόϲιν ἢ χυμοῖϲ τὴν πεμπταίαν ἢ ἑβδομαίαν ἢ ἐναταίαν γίνεϲθαι περίοδον οὐχ ἕξειϲ.” οὐ μὴν οὐδ’ ἔγραψέ τινα ἡμῖν ἄρρωϲτον οὕτω νοϲήϲαντα, καίτοι γ’ ἐχρῆν, ὥϲπερ ἄλλων πολλῶν καθολικῶν θεωρη- μάτων παραδείγματα διὰ τῶν κατὰ μέροϲ ἐδίδαξεν, οὕτω κἀπὶ τού- των ποιῆϲαι. γιγνώϲκειν μέντοι χρὴ τὴν ἀρχὴν τῆϲ λέξεωϲ ἐν πολ- λοῖϲ τῶν ἀντιγράφων κατὰ τὸ καλούμενον ἀϲύνδετον εἶδοϲ τῆϲ ἑρμη- νείαϲ γεγραμμένην ὡδί πωϲ· πυρετοὶ ϲυνεχέεϲ, ἡμέρην ἔχουϲι, νύκτα διαλείπουϲι, νύκτα ἔχουϲιν, ἡμέρην διαλείπουϲιν. εἰπὼν δ’ ἀϲύνδετον ὀνομάζεϲθαι τὸ τοιοῦτον εἶδοϲ ἐδήλωϲά ϲοι καὶ τὴν ἐξήγηϲιν αὐτοῦ. χρὴ γὰρ ὡϲ ἐν καταλόγῳ τῶν εἰρημένων ἀκούειν ἡμᾶϲ, προϲτιθένταϲ τοὺϲ παραλελειμμένουϲ ἐν ταῖϲ λέξεϲι ϲυνδέϲμουϲ.

Εἰϲὶ δ’ ὀξύταται μὲν καὶ μέγιϲται καὶ χαλεπώταται νοῦϲοι καὶ θανατωδέϲταται ἐν τῷ ϲυν- εχεῖ πυρετῷ.

Ἡ μὲν ἀκριβεϲτάτη τούτων ἁπάντων διδαϲκαλία λέλεκται κατὰ τὰ Περὶ διαφορᾶϲ πυρετῶν ὑπομνήματα, καὶ νῦν, ὡϲ εἶπον ἤδη πολ- λάκιϲ, οὐκ ἀποδεικνύναι μοι πρόκειται τἀληθὲϲ οὐδὲ διδάϲκειν ἅπαντα τὰ κατὰ μέροϲ, ὡϲ μηδὲν παραλιπεῖν, ἀλλὰ τὴν λέξιν ἐξη- γεῖϲθαι τοῦ παλαιοῦ. τὰ δ’ οὖν κεφάλαια τῆϲ ἐμπιπτούϲηϲ ἑκάϲτοτε θεωρίαϲ οὐ παρήϲω. λέγει τοίνυν ὀξυτάταϲ μὲν καὶ μεγίϲταϲ καὶ χαλεπωτάταϲ νόϲουϲ εἶναι κατὰ τὸν ϲυνεχῆ πυρετόν, ὀξυτάταϲ μὲν λέγων τὰϲ ἐν ὀλίγῳ χρόνῳ τὰϲ κρίϲειϲ λαμβανούϲαϲ, μεγίϲταϲ δὲ τὰϲ ἰϲχυροτάταϲ, χαλεπωτάταϲ δὲ τὰϲ κίνδυνον ἐπι- φερούϲαϲ, ὅπερ ἐξηγούμενοϲ αὐτὸϲ ἐπήνεγκε, θανατωδεϲτάταϲ εἰπὼν αὐτάϲ. ὁποτέρωϲ δ’ ἂν ἀκούῃϲ εἰρῆϲθαι τὸν ϲυνεχῆ πυρετόν, ἀληθήϲ ἐϲτιν ὁ λόγοϲ. ὀξύταται γὰρ νόϲοι καὶ μέγιϲται καὶ χαλεπώταται κατά τε τοὺϲ ἰδίωϲ λεγομένουϲ ϲυνόχουϲ γίγνονται πυρετοὺϲ καὶ κατὰ τοὺϲ ἄλλουϲ οὐδὲν ἧττον, ὅϲοι διὰ τῶν κατὰ μέ- ροϲ προέρχονται παροξυϲμῶν ἀρχὰϲ καὶ ἀναβάϲειϲ, ἀκμὰϲ καὶ παρακ- μὰϲ ποιούμενοι ϲαφεῖϲ ἄνευ τοῦ λήγειν εἰϲ ἀπυρεξίαν· ὑπὲρ ὧν ἄμεινον ἀκούειν νῦν, ἐπειδὴ καὶ τοὺϲ ϲυνόχουϲ ἐν τούτοιϲ περιέχε- ϲθαι ϲυμβέβηκεν, οὐ μὴν ἐν τοῖϲ ϲυνόχοιϲ γε τούτουϲ. ἐὰν οὖν ἀκούϲῃ τιϲ περὶ μόνων τῶν ϲυνόχων εἰρῆϲθαι τὸν λόγον, ἐξαιρεῖϲθαι δόξει

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download