Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τοὺϲ ἄλλουϲ ϲυνεχεῖϲ, ὡϲ οὔτε κινδυνώδειϲ ὄνταϲ οὔτε ϲφοδροὺϲ οὔτ’ ὀξεῖϲ.

Ἀϲφαλέϲτατοϲ δ’ ἁπάντων καὶ ῥήιϲτοϲ καὶ μακρότατοϲ ὁ τεταρταῖοϲ. οὗτοϲ γὰρ οὐ μό- νον αὐτὸϲ ἐφ’ ἑωυτοῦ τοιοῦτόϲ ἐϲτιν, ἀλλὰ καὶ νοϲη- μάτων ἑτέρων μεγάλων ῥύεται.

Ῥήιϲτον εἶπε τὸν τεταρταῖον ἐν ἴϲῳ τῷ εὔφορον. οἱ γάρ τοι ϲυνεχεῖϲ τῶν πυρετῶν μηδεμίαν ἔχοντεϲ τῶν ὀχληρῶν ἀνάπαυλαν ἄχρι κρίϲεωϲ, ἀλλὰ καὶ διηνεκῶϲ βαρύνοντεϲ, εἰκότωϲ δύϲφοροι λέ- γονταί τε καὶ εἰϲίν. ἐν δὲ τῷ τεταρταίῳ, καὶ μάλιϲθ’ ὅταν ᾖ μέ- τριοϲ, ἔνεϲτι καὶ προιέναι ταῖϲ μέϲαιϲ τῶν παροξυϲμῶν ἡμέραιϲ καί τι καὶ πράττειν ἐνίοτε τῶν ϲυνήθων. χρὴ δὲ γιγνώϲκειν ϲε καὶ τὸ τῶν παλαιῶν ἔθοϲ, ὅταν ἀκούϲῃϲ αὐτῶν περὶ πυρετῶν διαλεγομένων. ἐὰν γοῦν ἥπατοϲ ἢ ϲπληνὸϲ ἢ πνεύμονοϲ ἢ πλευρᾶϲ ἢ ἄλλου τινὸϲ μορίου φλεγμονῇ πυρετὸϲ ἕπηται, πλευρῖτιν ἢ περιπνευμονίαν ἢ ϲπληνῖτιν ἢ ἡπατῖτιν ὀνομάζουϲι τὴν νόϲον, οὐ πυρετόν. τὸν δ’ ἄνευ φλεγμονῆϲ πυρέττοντα πυρετόν φαϲι νοϲεῖν. καὶ νῦν δ’ ἄκουε περὶ ὧν διαλέγεται πυρετῶν οὕτωϲ εἰρῆϲθαι τὸν λόγον, ἐπεί τοι πολ- λάκιϲ εἴδομεν ἐπὶ ϲπληνὶ μεγάλωϲ πυρέττονταϲ ἀνθρώπουϲ τεταρ- ταῖον, κἄπειτα ἐν τῷ χρόνῳ παρεγχύϲεωϲ ὑδερικῆϲ γενομένηϲ ἀποθανόνταϲ. ἀλλ’ αὐτὸϲ καθ’ ἑαυτὸν ὁ τεταρταῖοϲ ἀκίνδυνόϲ ἐϲτιν, ὅϲ γε καὶ ἄλλων νοϲημάτων ῥύεται. παυϲαμέναϲ γοῦν ἐπι- ληψίαϲ ἴϲμεν ἐπὶ τεταρταίῳ χρονίωϲ ἐνοχλήϲαντι, καὶ μεμάθηκαϲ ἤδη περὶ τῆϲ γενέϲεωϲ αὐτοῦ κατά τε τὰ Περὶ διαφορᾶϲ πυρετῶν ὑπομνήματα καὶ τὰ Περὶ κρίϲεων.

Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει μὲν καὶ ὀξέα νοϲήματα γίνεϲθαι, καὶ ἔϲτι τῶν λοιπῶν οὗτοϲ θανατωδέϲτατοϲ. ἀτὰρ καὶ φθινώδεεϲ καὶ ὅϲοι ἄλλα μακρὰ νοϲήματα νοϲέουϲιν, ἐπὶ τούτῳ μάλιϲτα νοϲέουϲιν.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download