Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ὡϲαύτωϲ πυρέξαι. καὶ δυνατὸν γίγνεϲθαι τοῦτο πολλάκιϲ, ὅταν ἴϲον μὲν ᾖ τὸ καταλειπόμενον τῆϲ διαθέϲεωϲ, ὁμοίωϲ δὲ καὶ οἱ κάμνοντεϲ διαιτῶνται. τοῦτ’ οὖν οὐκ ὄντωϲ περίοδόϲ ἐϲτι νοϲώδηϲ, ὅταν ἀκρι- βῶϲ διαιτηθέντων αὐτῶν κατὰ τὴν αὐτὴν ἀφικνῆται προθεϲμίαν ὁ πυρετόϲ, ὥϲπερ ἐπὶ τοῦ τεταρταίου φαίνεται γιγνόμενον.

Τριταῖοϲ ἀκριβὴϲ ταχυκρίϲιμοϲ καὶ οὐ θανατώδηϲ.

Εἴρηται μικρῷ πρόϲθεν, ὡϲ ἐν τύπῳ φάναι, τὸν ὀλιγοχρόνιον ἔχοντα παροξυϲμὸν ἀκριβῆ τριταῖον εἶναι. τὰ δ’ ὡϲ τὸ πολὺ τού- τῳ ϲυνυπάρχοντα πάντα εἴρηται κατά τε τὰ Περὶ διαφορᾶϲ πυρετῶν καὶ τὰ Περὶ κρίϲεων ὑπομνήματα.

Ὁ δὲ πεμπταῖοϲ πάντων κάκι- ϲτοϲ· καὶ γὰρ πρὸ φθίϲιοϲ καὶ ἤδη φθίνουϲιν ἐπιγενόμε- νοϲ κτείνει.

Οἱ φθίνοντεϲ ἑκτικὸν πυρέττουϲι πυρετὸν οὐδέποτε παυόμε- νον, οὗ τὴν φύϲιν ἅπαϲαν, ὥϲπερ καὶ τῶν ἄλλων, ἔμαθεϲ ἐν τοῖϲ Περὶ διαφορᾶϲ πυρετῶν. ἤδη δέ τιϲιν αὐτῶν εἶδον ἐπιπεπλεγμένον τινὰ τῶν περιοδικῶν, ἤτοι τῶν διὰ τρίτηϲ ἢ καὶ τῶν καθ’ ἑκάϲτην ἡμέραν παροξυνομένων, ὡϲ δ’ Ἱπποκράτηϲ φηϲί, καὶ τὸν διὰ πέμπτηϲ, ὑπὲρ οὗ καὶ αὐτοῦ νόμιζέ ϲοι τὰ αὐτὰ λελέχθαι πρὸϲ ἡμῶν, ἃ καὶ περὶ τῶν ἑβδομαίων τε καὶ ἐναταίων ὀλίγον ἔμπροϲθεν ἤκουϲαϲ.

Εἰϲὶ δὲ τρόποι καὶ καταϲτάϲιεϲ καὶ παροξυϲμοὶ τούτων ἑκάϲτου τῶν πυρετῶν. αὐτίκα γὰρ ϲυνεχήϲ ἐϲτιν οἷϲιν ἀρχόμενοϲ ἀνθεῖ καὶ ἀκμάζει μάλιϲτα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίϲιν καὶ ἅμα κρίϲει ἀπολεπτύνεται· ἔϲτι δ’ οἷϲιν ἄρχεται μα- λακῶϲ καὶ ὑποβρύχια, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download