Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

νοντο, μάθοιϲ ἄν, εἰ τῆϲ ἐν αὐτῷ καταϲτάϲεωϲ ἀναμνηϲθείηϲ. ψυχρὸν γὰρ ἔφη καὶ βόρειον καὶ ὑδατῶδεϲ καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν οὖν ὑπὸ τῶν ψυχρῶν ἀνέμων μόνον ἐπλήγηϲαν οἱ ὀφθαλμοί, χωρὶϲ ῥεύματοϲ ἂν αἱ ὀφθαλμίαι ϲυνέπεϲον αὐτοῖϲ. ἐπεὶ δὲ μεθ’ ὑγρότητοϲ πολλῆϲ ἐγένετο τὰ βόρεια πνεύματα, εἰκότωϲ ῥοώδειϲ ἔφη τὰϲ ὀφθαλμίαϲ γεγονέναι, τουτέϲτιν ὑγράϲ, ὡϲ ἀπὸ καταϲτάϲεωϲ ὑγρᾶϲ γεννηθείϲαϲ. ὀδυνώδειϲ δ’ ἑκατέρωϲ ἦϲαν καὶ μετὰ ῥεύματοϲ ϲυνιϲτάμεναι καὶ χωρὶϲ τούτου τῷ διαμένειν τὴν ψῦξιν· ἱκανὴ γὰρ καὶ αὕτη τοὺϲ ὀφθαλμοὺϲ ὀδυνώδειϲ ἐργάϲαϲθαι. νυνὶ δ’ εἰκὸϲ αὐξηθῆναι τὰϲ ὀδύναϲ, τῆϲ ψύξεωϲ τῶν ὀφθαλμῶν ἅμα τῷ κατ’ αὐτοὺϲ ῥεύματι ϲυνελθούϲηϲ. ἄπεπτοι δ’ ἐγίνοντο καὶ χρόνῳ πολλῷ παρέμενον διά τε τὴν ὑγρότητα καὶ τὴν ψύξιν. τὸ γάρ τοι πέττεϲθαι τοῖϲ ῥεύμαϲι γίνεται κρατουμένοιϲ ὑπὸ τῆϲ ἐμφύτου θερμα- ϲίαϲ. κρατεῖται δὲ ῥᾷον, ὅταν ὀλίγον τε ᾖ τὸ ὑγρὸν καὶ μὴ πάνυ ψυχρόν, ὅταν δὲ καὶ πολὺ καὶ ψυχρόν, δυϲκόλωϲ πέττεται. καὶ μὲν δὴ καὶ ἡ κατὰ φύϲιν ἐν τοῖϲ ζῴοιϲ θερμότηϲ ἰϲχυρὰ μὲν οὖϲα θᾶττον ἐκπέττει τὰϲ ἐν αὐτοῖϲ περιττὰϲ ὑγρότηταϲ· εἰ δ’ ἀϲθενήϲ, μόγιϲ ἐν χρόνῳ πλείονι περιγίνεται καὶ κρατεῖν δύναται τῶν ὑγρῶν. διὸ καὶ εἴ τινεϲ ἐθεραπεύθηϲαν, ὑπέϲτρεφον αὖθιϲ. ἠϲθενηκόταϲ γὰρ ἐν ταῖϲ ὀφθαλμίαιϲ τοὺϲ ὀφθαλμοὺϲ τὸ περιέχον ψυχρὸν καὶ βόρειον καὶ ὑδατῶδεϲ καὶ ἐπινέφελον γενόμενον εἰκότωϲ ἔβλαπτεν. εἴωθε δὲ ταῖϲ τοιαύταιϲ ὀφθαλμίαιϲ λημία γίνεϲθαι μικρά, μόγιϲ ἐκ- πίπτοντα, μικρὰ μὲν διὰ τὴν δυϲπεψίαν τῆϲ ἐν τοῖϲ ὀφθαλμοῖϲ ὑγρό- τητοϲ, μόγιϲ δ’ ἐκπίπτοντα διὰ τὴν πύκνωϲιν τῶν χιτώνων, ἣν ἐκ τῆϲ τοῦ περιέχοντοϲ ψυχρότητοϲ ἔϲχον. ἐν ὅλῳ μὲν οὖν τῷ ἦρι χείρουϲ ἀναγκαῖον ἦν τοῖϲ ἐν Θάϲῳ γενέϲθαι τοὺϲ ὀφθαλμούϲ, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν αὐτοῖϲ ϲκιρρώδη διάθεϲιν εἰϲ πέψιν ἀχθῆναι κατὰ βραχύ. τὰ γὰρ ἐν χρόνῳ καταϲκευαϲθέντα νοϲήματα, καὶ μάλιϲτα ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν αἰτίων, οὐκ ἐνδέχεται λυθῆναι ταχέωϲ. εἰκότωϲ οὖν ἔφη τελέωϲ παύϲαϲθαι τὰ κατὰ τοὺϲ ὀφθαλμοὺϲ πάθη κατὰ τὸ φθινόπωρον.

Κατὰ δὲ θέροϲ ἤδη καὶ φθινό- πωρον καὶ δυϲεντεριώδεεϲ καὶ τεινεϲμοὶ καὶ λειεντεριώ- δεεϲ καὶ διάρροιαι χολώδεεϲ λεπτοῖϲι πολλοῖϲιν, ὠμοῖϲι

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download