Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Ἐν οἷϲι δὲ ἐπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα, μετὰ πόνου φθινώδεεϲ ἤδη μὲν φθινο- πώρου καὶ ὑπὸ χειμῶνα.

Περί τε τοῦ δευτέρου φθινοπώρου δηλονότι λέγει καὶ τοῦ δευ- τέρου χειμῶνοϲ, ἐπεὶ περί γε τοῦ προτέρου προείρηκεν οὕτωϲ· “κατὰ χειμῶνα μὲν ὑγιηρῶϲ εἶχον τὰ πλεῖϲτα. πρωὶ δὲ τοῦ ἦροϲ πολλοί τινεϲ καὶ οἱ πλεῖϲτοι διῆγον ἐπινόϲωϲ”. εἶτα περὶ τῶν ἐν τῷ ἦρι γενομένων διελθών, ἐφεξῆϲ τοῦ θέρουϲ ἐμνημόνευϲε καὶ μετὰ τοῦτο τοῦ δευτέρου φθινοπώρου, περὶ οὗ κατὰ τὴν τελευτὴν τῆϲ ὅληϲ κατα- ϲτάϲεωϲ εἰρήκει· “ταχὺ περὶ ἀρκτοῦρον ἐν βορείοιϲι πολλὰ πάλιν ὕδατα”. φθινώδειϲ δὲ τίναϲ εἴρηκεν, οὐ πάνυ ϲαφέϲ ἐϲτιν. εἴωθε γὰρ τοὺϲ ὁπωϲδήποτε ἰϲχνουμένουϲ τὸ ϲῶμα καὶ φθίνονταϲ οὕτωϲ ὀνο- μάζειν, οὐ μόνον τοὺϲ διὰ τὴν τοῦ πνεύμονοϲ ἕλκωϲιν ὅλον τὸ ϲῶμα τηκομένουϲ. εἰκὸϲ δὲ καὶ νῦν ὑπ’ αὐτοῦ λελέχθαι φθινώδειϲ τοὺϲ ὁπωϲδήποτε τὸ ϲῶμα λεπτυνομένουϲ, μηδενόϲ γε προειρημένου περὶ τῶν κατὰ τὸν πνεύμονα νοϲημάτων. οὔτε γὰρ αἵματοϲ ἀναγωγὴν ἐξ αὐτοῦ γεγονέναι προειπὼν οὔτε περιπνευμονίαν οὔτε ῥεῦμα καταϲκῆ- ψαι τῷ ϲπλάγχνῳ τούτῳ, πῶϲ ἂν εἰκότωϲ δόξαι φθινώδειϲ λέγειν γεγονέναι τοὺϲ τότε κάμνονταϲ ἐπὶ τῇ κακώϲει τοῦ πνεύμονοϲ; οὐ μὴν ἀδύνατόν γε, καθάπερ ἐπὶ γαϲτέρα καὶ νεφροὺϲ ἧκέ τι τῆϲ καθ’ ὅλον τὸ ϲῶμα περιουϲίαϲ, οὕτωϲ καὶ τοῖϲ ἀναπνευϲτικοῖϲ ὀργάνοιϲ καταϲκῆψαι.

Καὶ ὑπὸ χειμῶνα πυρετοὶ ξυνε- χέεϲ.

Τὸ ὑπὸ χειμῶνα μεταξὺ λεγόμενον τῆϲ τε προγεγραμμένηϲ λέξεωϲ καὶ ταύτηϲ οἱ μὲν ἐκείνῃ προϲένειμαν, οἱ δὲ ταύτῃ. ἐμοὶ δὲ ϲύμπαϲ ὁ λόγοϲ φαίνεται τοιόϲδε· καὶ κατὰ τὸ φθινόπωρον ἤδη τινὲϲ ἐγένοντο φθινώδειϲ, ὡϲαύτωϲ δὲ καὶ κατὰ τὸν χειμῶνα. καὶ μέντοι καὶ πυρετοὶ ϲυνεχεῖϲ καὶ κατὰ τὸ φθινόπωρον ἐγένοντο καὶ κατὰ τὸν χειμῶνα. πρόδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνοϲ οὐκ ἔγραψε τὴν κατάϲταϲιν ὡϲ φυλάξαντοϲ τὴν οἰκείαν χειμῶνοϲ κρᾶϲιν. ἐμάθομεν οὖν ἐκ τοῦδε τοῦ λόγου νοϲήματα γίνεϲθαι κατ’ ἐνίαϲ τῶν ὡρῶν οὐδὲν αὐτὰϲ πεπονθυίαϲ, ἀλλὰ τὰ τῶν πρόϲθεν ἁμαρτήματα διαδεξαμέναϲ.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download