Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Ἐκρίνετο τούτοιϲι πάνυ εὐτά- κτωϲ, τοῖϲι πλείϲτοιϲι ξὺν τῇϲι διαλειπούϲῃϲιν ἐν ἑπτα- καίδεκα ἡμέρῃϲιν.

Καὶ τοῦτο τῶν τότε γενομένων καύϲων ἴδιον, οὐ κοινὸν πρὸϲ τοὺϲ ἄλλουϲ, οὓϲ γνηϲίουϲ ὠνομάϲαμεν. ἐκεῖνοι γὰρ ὥϲπερ ϲφοδροὶ τοῖϲ πυρετοῖϲ, οὕτω καὶ τῇ δίψῃ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ δυϲφορίᾳ καί που καὶ τῇ παραφορᾷ τῆϲ διανοίαϲ ἐνοχλοῦϲιν. διὰ δὲ τὴν τοι- αύτην ὀξύτητα καὶ τὴν κρίϲιν ἔχουϲιν ἐν τάχει γινομένην. ἐν δὲ τῷ νῦν ἐπιδημήϲαντι καύϲῳ, καθάπερ τὸ τῆϲ ὀξύτητοϲ ἦν μέτριον καὶ τῶν ἐπιπόνων ϲυμπτωμάτων οὐδέν, οὕτωϲ οὐδ’ ἡ κρίϲιϲ ἐγίγνετο βέβαιοϲ, ἀλλ’ οἷον ἡμίρροπόϲ τιϲ, ὡϲ ἐξ ὑποϲτροφῆϲ αὖθιϲ κρίνεϲθαι τὸ δεύ- τερον. ἐν γὰρ τῷ φάναι ϲὺν τῇϲι διαλειπούϲῃϲιν ἐν ἑπτα- καίδεκα ἡμέρῃϲιν τὸ προκεκρίϲθαι μὲν ἐνδεῶϲ, ἐξ ὑποϲτροφῆϲ δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο.

Οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τῷ τότε καύϲῳ οὐδὲ φρενιτικὰ τότε γενόμενα.

Οὐδεὶϲ μὲν ἀπέθανεν ἐν τῷ τότε καύϲῳ, ὅτι μέτριοϲ ἐγένετο, καὶ λέλεκται πρόϲθεν ἡ αἰτία τούτου. τὰ φρενιτικὰ δ’ οὐκ ἐγένετο, διότι μὴ ἐπληροῦτο τούτοιϲ ἡ κεφαλὴ τῆϲ καταϲτάϲεωϲ ὅληϲ ψυχρᾶϲ οὔϲηϲ. ἐδείχθη δ’, ὅτι φρενίτιδεϲ ὑποθερμαινομένων τῶν κατὰ τὸν ἐγκέφαλον χωρίων γίνονται.

Οἱ δὲ τριταῖοι πλείουϲ μὲν τῶν καύϲων καὶ ἐπιπονώτεροι· εὐτάκτωϲ δὲ τούτοιϲι πᾶϲιν ἀπὸ τῆϲ πρώτηϲ λήψεωϲ τέϲϲαραϲ περιόδουϲ· ἐν ἑπτὰ δὲ τελέωϲ ἐκρίνοντο οὐδ’ ὑπέϲτρεψαν οὐδενὶ τούτων.

[Περὶ τῆϲ διαφορᾶϲ τῶν πυρετῶν.] Ἔν τε τοῖϲ Περὶ διαφορᾶϲ πυρετῶν ὑπομνήμαϲι κἀν τοῖϲ Περὶ κρίϲεων ἐπιδέδεικται τά τ’ ἄλλα

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download