
De Respiratione (On Respiration)
Bekker 1837
αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον, εὖτε δ’ ἀναθρώσκῃ, πάλιν ἐκπνεῖ ἶσον ὀπίσσω.
Λέγει μὲν οὖν ταῦτα περὶ τοῦ ἀναπνεῖν, ἀναπνεῖ δ’, ὥσπερ εἴπομεν, τὰ φανερῶς ἀναπνέοντα διὰ τῆς ἀρτηρίας, διά τε τοῦ στόματος ἅμα καὶ διὰ τῶν μυκτήρων. Ὥστ’ εἰ μὲν περὶ ταύτης λέγει τῆς ἀναπνοῆς, ἀναγκαῖον ζητεῖν πῶς ἐφαρμόσει ὁ εἰρημένος λόγος τῆς αἰτίας· φαίνεται γὰρ τοὐναντίον συμβαῖνον. Ἄραντες μὲν γὰρ τὸν τόπον, καθάπερ τὰς φύσας ἐν τοῖς χαλκείοις, ἀναπνέουσιν· αἴρειν δὲ τὸ θερμὸν εὔλογον, ἔχειν δὲ τὸ αἷμα τὴν τοῦ θερμοῦ χώραν· συνιζάνοντες δὲ καὶ καταπνίγοντες, ὥσπερ ἐκεῖ τὰς φύσας, ἐκπνέουσιν. Πλὴν ἐκεῖ μὲν οὐ κατὰ ταὐτὸν εἰσδέχονταί τε τὸν ἀέρα καὶ πάλιν ἐξιᾶσιν, οἱ δ’ ἀναπνέοντες κατὰ ταὐτόν. Εἰ δὲ περὶ τῆς κατὰ τοὺς μυκτῆρας λέγει μόνης, πολὺ διημάρτηκεν· οὐ γάρ ἐστιν ἀναπνοὴ μυκτήρων ἴδιος, ἀλλὰ παρὰ τὸν αὐλῶνα τὸν περὶ τὸν γαργαρεῶνα, ᾗ τὸ ἔσχατον τοῦ ἐν τῷ στόματι οὐρανοῦ, συντετρημένων τῶν μυκτήρων χωρεῖ τὸ μὲν ταύτῃ τοῦ πνεύματος, τὸ δὲ διὰ τοῦ στόματος, ὁμοίως εἰσιόν τε καὶ ἐξιόν. Τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα περὶ τοῦ ἀναπνεῖν τοιαύτας καὶ τοσαύτας ἔχει δυσχερείας.
Ἐπεὶ δὲ εἴρηται πρότερον ὅτι τὸ ζῆν καὶ ἡ τῆς ψυχῆς ἕξις μετὰ θερμότητός τινός ἐστιν· οὐδὲ γὰρ ἡ πέψις, δι’ ἧς ἡ τροφὴ γίνεται τοῖς ζῴοις, οὔτ’ ἄνευ ψυχῆς οὔτ’ ἄνευ θερμότητός ἐστιν· πυρὶ γὰρ ἐργάζεται πάντα. Διόπερ ἐν ᾧ
Work
Title: De Respiratione
English: On Respiration
Original: Περὶ ἀναπνοῆς
Domains: Biology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 329-354
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_032.xml [78 Kb]