Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ζῴου μέσον μόριον ἁπάντων ἁπλῶς εὐκρατότατον ἔσται. ἐδείχθη δὲ τοῦτ’ ἐν ἀνθρώπῳ τὸ καλούμενον δέρμα καὶ μάλιστα τοῦ δέρματος τὸ τῶν χειρῶν ἐντός, ὅταν, οἷον ὑπὸ τῆς φύσεως ἀπειργάσθη, τοιοῦτον φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐδείχθη πρόσθεν, ἀλλ’ ὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους τὴν διαφοράν. εὐκρατότατος δ’ ἐστίν, ὃς ἂν τῷ μὲν σώματι φαίνηται μέσος ἀκριβῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος. ἔστι γὰρ εὑρεῖν ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων σωμάτων ἢ χρηστὴν καὶ ἀτμώδη θερμασίαν ἢ πυρώδη καὶ δριμεῖαν ἢ τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν δέ τινα ψῦξιν. ἀκούειν δὲ χρὴ ψῦξιν ἐπικρατοῦσαν ὡς ἐν ζῴου σώματι καὶ ταῦτ’ ἐναίμου τε καὶ ὑγροῦ ὄντος. τῷ μὲν δὴ σώματι τοιοῦτος ὁ εὐκρατότατος ἄνθρωπος· ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέου τε καὶ φθόνου. εἴη δ’ ἂν ὁ τοιοῦτος εὔθυμος, φιλόστοργος, φιλάνθρωπος, συνετός. Ἐκ τούτων μὲν οὖν ὁ εὐκρατότατος ἄνθρωπος γνωρίζεται πρώτως καὶ μάλιστα· προσέρχεται δ’ αὐτοῖς οὐκ ὀλίγα τῶν ἐξ ἀνάγκης ἑπομένων· καὶ γὰρ ἐσθίει καὶ πίνει συμμέτρως

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]