Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ὥστ’ εἴπερ ὁ θάνατος σβέσις ἐστὶ τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ γῆρας οἷον μαρασμός τις αὐτῆς. Οὐ μὴν περί γε τῆς τῶν παίδων ἡλικίας καὶ τῆς τῶν ἀκμαζόντων οὔθ’ ὡμολόγηταί τι τοῖς ἰατροῖς οὔτε κρῖναι τὴν διαφωνίαν αὐτῶν εὐπετές. πιθανοὶ γὰρ ἑκατέρων οἱ λόγοι τῶν τε τοὺς παῖδας ἀποφαινόντων θερμοτέρους εἶναι τῶν ἀκμαζόντων καὶ τῶν ἔμπαλιν τούτοις τοὺς ἀκμάζοντας τῶν παίδων. οἱ μὲν γὰρ ὅτι θερμότατος ἁπάντων ἐστὶ τῶν ἐν τῷ ζῴῳ κατὰ φύσιν ὑπαρχόντων ὁ τοῦ αἵματος χυμός, εἶθ’ ὅτι τὰ κυούμενα τὸ μὲν πρῶτον ὀλίγου δεῖν αἷμα μόνον ἐστίν, ὕστερον δὲ· διαπλαττομένων ἤδη τῶν μορίων τὸ μὲν ὀστοῦν γίγνεται, τὸ δ’ ἀρτηρία, τὸ δὲ φλέψ, τὸ δ’ ἄλλο τι, πάντα μὴν ἐρυθρὰ καὶ πλεῖστον αἵματος εἰλικρινεστάτου τε καὶ θερμοτάτου μετέχοντα, συλλογίζονται θερμότατον εἶναι τὸ κυούμενον· εἰ δὲ τοῦτο, καὶ τοὺς παῖδας ὅσῳπερ ἐγγυτέρω τοῖς κυουμένοις, θερμοτέρους εἶναι τῶν ἀκμαζόντων. οἱ δ’, ὅτι πολὺ μὲν κἀν τοῖς ἀκμάζουσι τὸ αἷμα καὶ πλέον ἢ ἐν τοῖς παισίν, ὥστε διὰ τοῦτο συνεχῶς αἱμορραγεῖν, ἀλλὰ καὶ ὁ τῆς ξανθῆς χολῆς χυμὸς αἵματος πολὺ θερμότερος ὑπάρχων πλεῖστος αὐτοῖς ἐστι, διὰ τοῦτο θερμοτέρους ἀποφαίνουσι τῶν παίδων τοὺς ἀκμάζοντας. Αὖθις δ’ ἀπὸ τῶν ἐνεργειῶν οἱ μὲν ὅτι καὶ αὐξάνονται καὶ πλειόνων ἢ κατὰ τὴν ἀναλογίαν τοῦ σώματος ὀρέγονταί τε καὶ κρατοῦσιν ἐδεσμάτων, ἰσχυρὰν ἐν τοῖς παισὶν εἶναί φασι τὴν θερμασίαν· οἱ δὲ τὸ μὲν αὐξάνεσθαι διὰ τὴν ὑγρότητα μᾶλλον ἢ τὴν τοῦ θερμοῦ ῥώμην ὑπάρχειν αὐτοῖς φασι, ταῖς μέντοι πέψεσιν οὐχ ὅπως πλεονεκτεῖν ἀλλὰ καὶ πολὺ τῶν ἀκμαζόντων ἀπολείπεσθαι. ἐμέτους τε γὰρ ἀπέπτων αὐτοῖς γίγνεσθαι σιτίων καὶ διαχωρήσεις ὑγρῶν καὶ

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]