Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ὅπως μὲν αὔξησις, ὅπως δὲ πέψις, ὅπως δὲ θρέψις γίγνεται, ποιοῦνται τὸν λόγον. ὡσαύτως δ’ ὑπὲρ αἰσθήσεως καὶ νοήσεως καὶ πρακτικῶν καὶ φυσικῶν ἐνεργειῶν διέρχονται καὶ γενέσεως ὕπνου μνημονεύουσι καὶ σιτίων φύσεως, ὧν οὐδὲν ἁπλῶς ἐστι καὶ ῥᾳδίως γνωστόν, ἀλλὰ παμπόλλης μὲν τῆς ζητήσεως δεόμενον, ἴσως δ’ οὐδ’ εὑρεθῆναι δυνάμενον, εἰ μὴ πρότερόν τις εἰδείη γνωρίζειν ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν κρᾶσιν. ὅ τι γὰρ ἂν ἐκείνων ὡς γιγνώσκοντες ἤδη λέγωσιν, εἰ ἀναγκάσειέ τις αὐτοὺς ἀποδεικνύναι, πάντως δεήσονται τοῦ περὶ κράσεων λόγου τοῦ νῦν ἡμῖν ἐνεστῶτος. ὥστε δι’ ἀλλήλων καὶ ἐξ ἀλλήλων αὐτοῖς γίγνεσθαι τὰς ἀποδείξεις, ἐκ μὲν τῶν νῦν ζητουμένων, ὡς ἤδη γιγνωσκομένων, ἐπειδὰν ὑπὲρ τῶν ἐνεργειῶν διαλέγωνται καὶ τὴν τῶν ἐδεσμάτων τε καὶ φαρμάκων ἐξευρίσκωσι δύναμιν ὕπνων τε πέρι καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπισκέπτωνται. πάλιν δ’ αὖ τὰ νῦν ἐνεστῶτα δι’ ἐκείνων ὡς ἤδη προεγνωσμένων ἀποδεικνύουσιν. ἐγὼ δ’ οὐκ ἐπαινῶ τὰς τοιαύτας ἀποδείξεις, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδ’ ἀποδείξεις εἶναι νομίζω, καθάπερ ἐπὶ πλέον δι’ ἑτέρων ἐδήλωσα, καὶ βέλτιον εἶναί φημι κατὰ πᾶσαν διδασκαλίαν ὁρίσασθαι τὴν τάξιν τῶν νοημάτων. Εἴπερ οὖν ἀρχὴ μὲν ἁπάσης ἐστὶ τῆς περὶ τῶν κράσεων πραγματείας ἡ περὶ τῶν στοιχείων ἐπίσκεψις, εἴτ’ ἀπαθῆ καὶ ἀμετάβλητα τελέως ἐστὶν εἴτ’ ἀλλοιοῦσθαί τε καὶ μεταβάλλεσθαι δυνάμενα, μετὰ δὲ τὴν ἐκείνων ἐπιστήμην ἐφεξῆς ἐστι δεύτερος ὁ νῦν ἡμῖν ἐνεστηκὼς λόγος, οὐ χρὴ λαμβάνειν

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]