Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

αὐτῶν τὰς πίστεις ἐκ τῶν μηδέπω γιγνωσκομένων, ἀλλ’ ὥσπερ ὀρθόν τ’ ἐστι καὶ δίκαιον, ἤ τι τῶν ἐναργῶν εἶναι προσήκει τὸ ληφθησόμενον εἰς τὴν ἀπόδειξιν ἤ τι τῶν προαποδεδειγμένων. οὔτ’ οὖν ὕπνου γενέσεως μημονευτέον οὔτε πέψεως οὔτ’ αὐξήσεως οὔτ’ ἄλλου τῶν τοιούτων οὐδενός, ἀλλ’ ἀπὸ μόνης καὶ ψιλῆς τῆς οὐσίας τῶν ὑποκειμένων πραγμάτων ἡ ζήτησις γιγνέσθω, καθάπερ καὶ διὰ τοῦ πρώτου λόγου πεποιήμεθα. Διελόμενοι γάρ, ὡς ἕτερον μέν ἐστι τὸ κατ’ ἐνέργειαν, ἕτερον δὲ τὸ κατὰ δύναμιν, ὑπὲρ τοῦ κατ’ ἐνέργειαν ὄντος ἤδη θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸν λόγον ἔφαμεν χρῆναι ποιήσασθαι πρότερον, ἔπειθ’ οὕτως ἐπὶ τὰ κατὰ δύναμιν ἀφικέσθαι. πρόχειρος δ’ ἐστὶ πᾶσι καὶ γνώριμος ἡ τῶν κατ’ ἐνέργειαν ἤδη θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν διάγνωσις· ἁφὴ γὰρ τά γε τοιαῦτα διακρίνειν πέφυκεν ἡ καὶ τὸ πῦρ αὐτὸ θερμὸν εἶναι διδάξασα καὶ τὸν κρύσταλλον ψυχρόν. εἰ δ’ ἄλλοθέν ποθεν ἔχουσιν ἔννοιάν τε καὶ διάγνωσιν θερμοῦ καὶ ψυχροῦ, λεγέτωσαν ἡμῖν. ἀμήχανον γάρ τινα σοφίαν ἐπαγγέλλονται, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐμπληξίαν, εἰ πραγμάτων αἰσθητῶν ἕτερόν τι πρεσβύτερον αἰσθήσεως ἔχουσι κριτήριον. καὶ μὴν εἰ μηδὲν ἄλλο τῶν ἐνεργείᾳ θερμῶν ἐγχωρεῖ κριτήριον ὑπάρχειν, ἁπτέσθωσαν ἤδη πολλῶν ἐφεξῆς ἀνδρῶν καί γερόντων καὶ μειρακίων καὶ παίδων καὶ βρεφῶν. οὕτω γὰρ ἐξευρήσουσι τοὺς μᾶλλόν τε καὶ ἧττον θερμούς. εἰ δ’ αἰσθητῶν πραγμάτων ἀποδείξεις λογικὰς ζητοῦσιν, ὥρα τι καὶ περὶ τῆς χιόνος αὐτῆς ἤδη σκοπεῖν, εἴτε λευκήν, ὡς ἅπασιν ἀνθρώποις φαίνεται, νομιστέον αὐτὴν εἴτε καὶ μὴ λευκήν, ὡς Ἀναξαγόρας ἀπεφήνατο. καὶ μὲν δὴ καὶ περὶ πίττης 

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]