Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

δογμάτων μοχθηρῶν ἐστι μία τὸ μηδὲν ὑπὲρ ἀποδείξεως ἐσκέφθαι πρότερον, ἀλλ’ ἅμα τά τε πράγματα ζητεῖν καὶ ὡς εἰδότας, ὅ τί ποτ’ ἐστὶν ἀπόδειξις, ἐπιχειρεῖν ἀποδεικνύειν, ἐπανελθόντες αὖθις ἐπὶ τὸ προκείμενον ἁφῇ κρίνωμεν πρώτως καὶ μάλιστα τὸ κατὰ τὰς ἡλικίας θερμόν. ἔσται δ’ ἡ κρίσις [ἡμῖν] ἀρίστη καθ’ ἓν καὶ ταὐτὸν σῶμα βρέφους ἑνός. οὐ γὰρ ἀδύνατον ὁποία τέ τις ἡ θερμασία διετεῖ τὴν ἡλικίαν ὑπάρχοντι προυπῆρχεν αὐτῷ μεμνῆσθαι καὶ ὁποία νῦν ἐστι δυοῖν ἢ τριῶν ἐτῶν, εἰ τύχοι, μεταξὺ γενομένων. εἰ γὰρ ὅλως φαίνοιτο μεταβολή τις ἐπὶ τὸ θερμὸν ἢ ψυχρὸν γεγονέναι τῷ βρέφει, χαλεπὸν οὐδὲν ἔτι συλλογίζεσθαι τὴν ἕως τῆς ἀκμῆς ἐσομένην ὑπεροχήν. εἰ δὲ καὶ πλείω παιδία πολλοῖς ἀκμάζουσιν ἐθέλοις παραβάλλειν, ἰσχνὰ μὲν ἰσχνοῖς, εὔσαρκα δ’ εὐσάρκοις καὶ παχέα παχέσι παράβαλλε· οὕτω δὲ καὶ χρόας ὡσαύτως ἔχοντα καὶ τῶν ἄλλων ἁπάντων ὡς οἷόν τε. τὴν γὰρ ἐν ταῖς ἡλικίαις διαφορὰν ἐξευρεῖν ζητῶν ἐπὶ τῶν ὁμοίων ὡς ἔνι μάλιστα φύσεων ἀσφαλέστερον ἂν ἐπισκέπτοιο. τὸ δ’ ἐπὶ τῶν ἐναντίων ἐξετάζειν οὐ σμικρὸν ἔχει τὸν παραλογισμόν, οὐ διὰ τὴν ἡλικίαν ἐνίοτε τῆς τῶν δοκιμαζομένων σωμάτων διαφορᾶς ἀλλὰ διὰ τὴν φυσικὴν ὑπαρχούσης κρᾶσιν. ὡσαύτως δὲ καὶ διαίτῃ πάσῃ καὶ τοῖς καιροῖς, ἐν οἷς ἐξετάζεται, παραπλησίως ἔχοντα προαιρεῖσθαι τὰ σώματα, μὴ γεγυμνασμένον ἠργηκότι παραβάλλοντας ἢ λελουμένον ἀλούτῳ μηδ’ ἄσιτον ἐδηδοκότι καὶ διψῶντα μεμεθυσμένῳ μηδὲ τὸν ἐν ἡλίῳ θαλφθέντα τῷ ῥιγώσαντι διὰ κρύος ἢ τὸν ἀγρυπνήσαντα τῷ κεκοιμημένῳ μηδ’ ὅλως τοῖς ἐξ ἐναντίας φύσεως ἢ διαίτης ἢ περιστάσεως πραγμάτων ἡστινοσοῦν, ἀλλ’ ὡς οἷόν τε πάνθ’ ὡσαύτως ὑπαρχέτω τἆλλα πλὴν τῆς ἡλικίας αὐτῆς. οὕτω δὲ δηλονότι καὶ αὐτὸν τὸν

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]