Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ἕνα παῖδα παραβάλλων ἑαυτῷ τὰς ἔξωθεν ἁπάσας αὐτοῦ περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα τούτων ἐν θάλψει τε καὶ ψύξει διάφορον εἰς τὴν τῆς ἡλικίας ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν τὴν ἐξέτασιν ἀλλ’ ἀληθῆ γε παντὸς μᾶλλον ἐξ αὐτῆς τε τοῦ ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ ἀποδείξεως ἐλέγετο. σὺ δ’ ἴσως αἱρήσῃ τὴν ἐπίτομον οὐδὲν φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ βαδίσων ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ’ ἐν παντὶ τῷ βίῳ φυλάξεις τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν ἀνδρῶν, οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδὲ γὰρ εὔλογον ὅλως ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα. Κρίνωμεν οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα τό γε κατ’ ἐνέργειαν ἤδη τοιοῦτον καὶ μηκέτι δυνάμει, παρέντες τήν γε πρώτην τὰ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ σὲ μὲν ὡς [εὖ] κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ’ ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος σωμάτων ἐπιμελῶς οὐ παίδων μόνον ἢ βρεφῶν ἀλλὰ καὶ μειρακίων καὶ ἀκμαζόντων εὕρισκον οὐδετέρους ἀληθεύοντας οὔτε τοὺς θερμότερον ἁπλῶς οὔτε τοὺς ψυχρότερον εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ γὰρ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις τὰς ἐκ τῆς ἡλικίας μόνης ἐπισκέπτοιο διαφοράς, οὐδέτερός σοι φανεῖται θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν αὐτῶν αἱ θερμότητες ἐπ’ ἀνίσῳ τῇ διαπνοῇ, δι’ ἣν καὶ σοφιζόμενοί τινες ἢ τοὺς πέλας ἢ σφᾶς αὐτοὺς οἱ μὲν τὴν τοῦ παιδός, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν εἶναι νομίζουσιν. ἔστι γὰρ ἡ μὲν τῶν παίδων ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα τοῖς ἁπτομένοις, ἡ δὲ τῶν ἀκμαζόντων

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]