Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

καὶ τὰ μὲν βόεια κρέα καὶ πάντα τὰ δυσκατέργαστα τῶν καλῶς πεττόντων ἄμετρον τὸ θερμόν, ἀσθενὲς δὲ τῶν ταῦτα μὲν ἀπεπτούντων, ἰχθῦς δὲ πετραίους ἤ τι τοιοῦτον πεττόντων. ἐπισκέπτεσθαι δ’ ἐνταῦθα πάλιν, εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιρρέοντα τὸ σύμπτωμα γίγνεται τῇ γαστρί. φλέγμα μὲν γὰρ ἐνίοις ἐκ τῆς κεφαλῆς, ξανθὴ δ’ ἄλλοις ἐξ ἥπατος εἰς τὴν γαστέρα καταρρεῖ χολή, σπάνιον μὲν δὴ τοῦτο καὶ ὀλιγίστοις συμβαίνει. παμπόλλοις δ’ ἐκ τῆς κεφαλῆς κατέρχεται φλέγμα καὶ μάλιστ’ ἐν Ῥώμῃ τε καὶ τοῖς ὑγροῖς οὕτω χωρίοις. ἀλλά τοι καὶ τὸ σπάνιον ἐπιβλέπειν χρὴ καὶ μηδὲν ἐν παρέργῳ τίθεσθαι μηδ’ ἀμελεῖν. οἶδα γὰρ ἐγώ τισιν ἱκανῶς φλεγματώδεσιν ἀνθρώποις ἀθροιζομένην ἐν τῇ γαστρὶ χολὴν παμπόλλην ξανθήν, ἣν ἐδέοντο πρὸ τῶν σιτίων ὕδωρ πολὺ πιόντες ἢ οἶνον ἐξεμεῖν. εἰ δ’. ἥψαντό ποτε σιτίων, πρὶν ἐμέσαι, διέφθειρόν τε ταῦτα καὶ τὴν κεφαλὴν ὠδυνῶντο καὶ τούτους ᾤοντό τινες εἶναι χολώδεις φύσει. καίτοι μαλακοί τ’ ἦσαν ὅλον τὸ σῶμα καὶ λευκοὶ καὶ ἄτριχοι καὶ πιμελώδεις καὶ ἄφλεβοι καὶ ἄμυοι καὶ ἄναιμοι καὶ ἁπτομένοις οὐ λίαν θερμοί. ἄλλους δέ τινας οἶδα μηδεπώποτε μὲν ἐμέσαντας χολὴν ξανθήν, ἰσχνοὺς δὲ καὶ δασεῖς καὶ μυώδεις καὶ μέλανας καὶ φλεβώδεις καὶ θερμοὺς ἱκανῶς, εἴ τις ἅψαιτο, φαινομένους, οἷος καὶ ὁ φιλόσοφος Εὔδημος. Ἀλλ’ ἐνταῦθα καὶ ἀνατομικόν τι θεώρημα συνέπεσεν, ὃ μὴ γιγνώσκοντες ἔνιοι τῶν ἰατρῶν ἀποροῦνται δεινῶς ἐπὶ τῇ διαφωνίᾳ τῶν συμπτωμάτων, ἀγνοοῦντες, ὡς ὁ πόρος, ᾧ τὴν χολὴν εἰς τὴν γαστέρα τὸ ἧπαρ ἐξερεύγεται, τοῖς μὲν

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]