Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kaibel 1894

ἀνάσκητον νέου κάλλος; ἆρά γ’ εἰς πόλεμον; καὶ μὴν οὐκ 〈ἂν〉 ἀστόχως τις ἐπιφωνήσειε τοῖς τοιούτοις ‘ἀλλὰ σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο’ 〈ἢ〉 ‘ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε’. καὶ γὰρ ὁ Νιρεὺς ‘κάλλιστος μὲν ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν, ἀλλ’ ἀλαπαδνὸς ἔην’, καὶ διὰ τοῦθ’ ἅπαξ αὐτοῦ μόνον ἐμνημόνευσεν Ὅμηρος ἐν νεῶν καταλόγῳ πρὸς ἐπίδειξιν, ἐμοὶ δοκεῖ, τῆς τῶν καλλίστων ἀνδρῶν ἀχρηστίας, ὅταν αὐτοῖς ὑπάρχῃ μηδὲν ἄλλο τῶν εἰς τὸν βίον χρησίμων. οὐδὲ μὴν εἰς πόρον χρημάτων, εἴ τινες τῶν κακοδαιμόνων λέγειν τολμῶσι, τὸ κάλλος ἐστὶ χρήσιμον. ὁ μὲν γὰρ ἐλευθέριός τε καὶ ἔνδοξος καὶ βέβαιος χρηματισμὸς ἀπὸ τέχνης γίγνεσθαι πέφυκεν, ὁ δ’ ἀπὸ σώματος καὶ κάλλους αἰσχρός ἐστι καὶ διὰ παντὸς ἐπονείδιστος. χρὴ τοίνυν τὸν νέον πειθόμενον τῷ παλαιῷ παραγγέλματι τὴν ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεασάμενον, εἰ μὲν καλὸς εἴη τὴν ὄψιν, ἀσκῆσαι τοιαύτην εἶναι καὶ τὴν ψυχήν, ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν αἰσχρὰν οἰκεῖν, εἰ δ’ αἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος ἰδέαν εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς, ἵν’ ἔχῃ λέγειν τὸ Ὁμηρικόν ‘ἄλλος δ’ αὖτ’ εἶδος ἀκιδνότερος πέλει ἀνήρ· ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἳ δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν· ὃ δ’ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν’.

ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν ἀνοήτοις ἐναργῶς φαίνεται μήτ’ ἐπὶ γένους λαμπρότητι μήτ’ ἐπὶ πλούτῳ τε καὶ κάλλει θαρρήσαντας καταφρονῆσαι τέχνης ἀσκήσεως. αὐτάρκη μὲν οὖν καὶ ταῦτα· κάλλιον δ’ ἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους 

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kaibel, Georg

Title: Claudii Galeni Protreptici quae supersunt

Published: 1894

Pages: 1-22

Publisher: Weidmann, Berlin

Download