Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kaibel 1894

μὲν οὐδὲν ἀγαθὸν κεκτημένοι, ἀεὶ δ’ ἐπ’ ἀλλοτρίοις [καὶ] τοῖς παρὰ τῆς Τύχης ἐπαιρόμενοι.

τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν προβαλλόμενοι καὶ φρονοῦντες ἐπ’ αὐτῇ μέγα· καὶ γὰρ καὶ οὗτοι σπάνει τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος ἥκουσιν, οὐδὲ τοσοῦτον γιγνώσκοντες ὅτι ἡ ἄρα εὐγένεια αὕτη ἐφ’ ᾗ σεμνύνονται τοῖς κατὰ πόλιν νομίσμασιν ἔοικεν, ἃ παρὰ τοῖς θεμένοις ἰσχύοντα παρ’ ἄλλοις ἐστὶ κίβδηλα· — οὐδ’ ηὑγένεια σ’ ἦρεν εἰς ὕψος μέγα; — κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. καλὸς οὖν, [ἧ] φησὶν ὁ Πλάτων, θησαυρὸς αἱ τῶν πατέρων ἀρεταί· κάλλιον δ’ ἀντιθεῖναι δύνασθαι τὸν τοῦ Σθενέλου λόγον ‘ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι’. ταύτην γὰρ μόνην ἔχοιμεν ἄν, εἰ δή τίς ἐστιν εὐγενείας χρεία, πρὸς οἰκεῖον παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι· ὡς εἴ γε κατὰ πολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα, λύπη μὲν ἂν εἴη κἀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις, αἰσχύνη δ’ ἡμῖν αὐτοῖς τοσῷδε μείζων ὅσῳ καὶ τὸ γένος περιφανέστερον. οἱ μὲν γὰρ [ἀμαθεῖς] παντάπασιν ἄσημοι τῷ γένει τοῦτο γοῦν αὐτὸ κερδαίνουσι τὸ μὴ γιγνώσκεσθαι τοῖς πολλοῖς ὁποῖοί τινές εἰσιν· ὅσοις δὲ τὸ λαμπρὸν καὶ διάσημον τοῦ γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί ἄλλο ἢ περιφανέστερον οὗτοι δυστυχοῦσιν; καὶ μὲν δὴ καὶ καταγιγνώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους, ὥστ’ εἰ καί τις ἠλίθιος ὢν ὑπομιμνῄσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον ἑαυτῷ τὸ κακὸν ἀποφαίνει. οὐ γὰρ ὁμοίως ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kaibel, Georg

Title: Claudii Galeni Protreptici quae supersunt

Published: 1894

Pages: 1-22

Publisher: Weidmann, Berlin

Download