Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)
Kaibel 1894
Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι.
δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον,
ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.
ὁ δ’ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται τιμῶν οὐ τὰ μέτρια· τὸν γοῦν φονέα βουλόμενον εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ διεκώλυσεν εἰπών ‘Μουσάων θεράποντα κατέκτανες· ἔξιθι νηοῦ’.
λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις. ἀλλ’ οὐκ ἐρεῖς ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή τι τοῦ μάρτυρος ὡς οὐκ ἀξιόχρεω κατέγνωκας· ἐμφαίνειν γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον ἄγῃς μάρτυρας καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ. καίτοι 〈γ’〉 οὔτε νοσῶν εὖ οἶδ’ ὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις αὑτὸν ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων καὶ τούτων τοῖς ἰατρικωτάτοις, οὔτ’ ἂν πλέων ἅπασι τοῖς συμπλέουσιν ἀλλ’ ἑνὶ τῷ κυβερνήτῃ, ἤδη δὲ ἐπὶ τῶν σμικροτάτων τέκτονι μὲν τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ. πῶς ἂν οὖν ἔνθα περὶ πρωτείων ὁ ἀγών ἐστι, σαυτῷ διδοίης τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων ἢ κατὰ σαυτόν; παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι τῶν θεῶν. ἄκουσον οὖν ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν ἀθλητῶν·
κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδαοὐδὲν κάκιον ἔστιν ἀθλητῶν γένους·
οἳ πρῶτον οἰκεῖν οὔτε μανθάνουσιν εὖ
οὔτ’ ἂν δύναιντο. πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
γνάθου τε δοῦλος νηδύος θ’ ἡττημένος,
κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπεκτροφὴν πάτρας;
οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
Work
Title: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kaibel, Georg
Title: Claudii Galeni Protreptici quae supersunt
Published: 1894
Pages: 1-22
Publisher: Weidmann, Berlin
Download
Galen-Gr_120.xml [73 Kb]