Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kaibel 1894

ἄκρον εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι. καὶ δὴ καὶ τὸ ‘ἄσκησις [μὲν] ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων’ Ἱπποκράτει καλῶς εἰρημένον ἐπαινεῖται πρὸς ἁπάντων. οἳ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ ὑπερπιπλάμενοι καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον ὡς κορυβαντιῶντος κατεγνωκότες. ὃ μὲν γὰρ ὑγιεινὴν δίαιταν ὑποτιθέμενος ἔλεγε ‘πόνοι σιτία ποτὰ ὕπνοι ἀφροδίσια, πάντα μέτρια’, οἳ δὲ τὰ γυμνάσια πέρα τοῦ προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι τροφάς τε προσφέρονται σὺν ἀνάγκῃ, πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες τὴν ἐδωδήν, ὡς προσηκόντως ἄν τιν’ ἐπ’ αὐτῶν εἰπεῖν ‘ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλ’ οὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν.’ ἀνὰ λόγον τοίνυν τούτοις καὶ ἡ τῶν ὕπνων αὐτοῖς ἔχει συμμετρία. ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθ’ οὗτοι διανίστανται τῶν ὕπνων, ὥστ’ ἐοικέναι τὸν βίον αὐτῶν ὑῶν διαγωγῇ· πλήν γ’ ὅσον οἱ μὲν ὕες οὐχ ὑπερπονοῦσιν οὐδὲ πρὸς ἀνάγκην ἐσθίουσιν, οἳ δὲ καὶ ταῦτα πάσχουσι καὶ ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται. ὁ μὲν οὖν παλαιὸς Ἱπποκράτης πρὸς οἷς εἶπον ἔμπροσθεν ἔτι καὶ ταῦτά φησι ‘τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἤ ψύχειν ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν’. ‘πᾶν γάρ, φησί, τὸ πολὺ τῇ φύσει πολέμιον.’ οἳ δ’ οὔτε τούτων ἐπαίουσιν οὔτε τῶν ἄλλων ὅσα καλῶς εἰπόντος ἐκείνου παραβαίνουσιν, ἀλλὰ πάντ’ ἐξ ὑπεναντίου τοῖς ὑγιεινοῖς

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kaibel, Georg

Title: Claudii Galeni Protreptici quae supersunt

Published: 1894

Pages: 1-22

Publisher: Weidmann, Berlin

Download